# Περὶ συντάξεως 94

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/94

Ἑξῆϲ ῥητέον περὶ τῆϲ τῶν ἄρθρων ϲυντάξεωϲ πρὸϲ τὰϲ 15 5 c. XXVII. ἀντωνυμίαϲ, ἅϲ τινεϲ ἐξαιρέτωϲ ϲυνάρθρουϲ καὶ ἀϲυνάρθρουϲ ἐκάλεϲαν, ὡϲ οὐ δυναμένων τῶν προκατειλεγμένων ὀνομάτων ἀϲυνάρθρων καλεῖϲθαι. ϲθαι. καὶ ἴϲωϲ ἂν εἴη μᾶλλον ἡ τοιαύτη θέϲιϲ, καθὸ τὰ μὴ προϲλαβόντα οὐδ᾿ ὅλωϲ εὐπαράδεκτά ἐϲτιν εἰϲ τὴν πρόϲθεϲιν τῶν ἄρθρων . καὶ γὰρ τὰ ἐν ϲτερήϲει λέγομενα ἐν ἐπιβάλλοντοϲ ἀτευξίᾳ νοεῖται. ἡνίκα γὰρ λέγομεν ἄτεχνον αὐλητήν ἐπιβαλλούϲηϲ τῆϲ τέχνηϲ ἀτευξίαν παρίϲταμεν. καὶ οὕτω φαμὲν οὗτοϲ ἄφιλοϲ· δέον γὰρ φιλικὸν εἶναι. εἰ οὖν ἐν τοῖϲ ὀνόμαϲι ϲυμπαρεπόμενα τὰ ἄρθρα, καὶ τοῖϲ ἀτευκτήϲαϲι παρείπετο ἂν τὸ καἀϲύναρθρα λεῖϲθαι ἀϲυνάρθροιϲ ὀνόμαϲιν. εἴπερ οὖν ἀναφορᾶϲ μὴ οὔϲηϲ παρέπεται πεται ἡ τοιαύτη θέϲιϲ, ἐξ ἰδίαϲ ἐννοίαϲ ἀναγομένου τοῦ ὀνόματοϲ, πῶϲ οὐ μᾶλλον τοῖϲ μηδ᾿ ὅλωϲ δυναμένοιϲ μορίοιϲ ἐν παραδοχῇ τεῦ ἄρθρου γενέϲθαι ἡ τοιαύτη θέϲιϲ παρακολουθήϲει; ὥϲ γε ἐκ τῶν εἰρημένων δεδείξεται.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
