# Περὶ ἀντωνυμίας 101

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/101

Ἡ ἐγώ τῆϲ ἔγωγε Ἀττικῆϲ διαφέρει ϲυντάξει. ἡ μὲν γὰρ καὶ κατ’ ἀρχὴν τοῦ λόγου τίθεται, καὶ καθ’ ὑπόταξιν, ἡ δὲ ἔγωγε οὐ ϲυνήθηϲ εἰϲ ἀρχὴν λόγου παραλαμβάνεϲθαι, καθὸ καταφατικωτέρα ἡ ἔγωγε· πολλάκι γοῦν καὶ κατά τιναϲ ἐρωτήϲειϲ ϲυγκατατιθέμενοί φαμεν ἔγωγε ἐν ἴϲῳ τῷ ἐγώ.—Μεμπτέοι οὐν οἱ ὑπολαμβάνοντεϲ τὴν μὲν ἀντιδιεϲτάλθαι, λέγω δὲ τὴν διϲύλλαβον, τὴν δὲ ἐγκεκλίϲθαι (καὶ ἴϲωϲ ἡ ἀφορμὴ ἐκ τοῦ ἀναβεβιβάϲθαι τὴν τάϲιν ν, τοῦ τε μὴ ἄρχειν λόγου, ἅπερ ἐγκλινομέναιϲ παρηκολούθει)· ἐδείχθη γὰρ ἐντελῶϲ ὡϲ ἀδυνατοῦϲιν αἱ τῆϲ εὐθείαϲ ἐγκλίνεϲθαι· διὸ καὶ τὸ τί ϲὺ τόϲϲον ὁμίλου (Υ 178) μόνωϲ ὀρθοτονητέον. —ἄλλωϲ τε αἱ ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν οὐδέποτε προοιϲταί εἰϲι κατ’ ἰδίαν, καθάπερ αἱ ὀρθοτονούμεναι, ἀλλ᾿ἀεὶ μετά τινοϲ μέρουϲ λόγου παρατίθενται, δόϲ μοι, τίμηϲόν με, καθάπερ καὶ ἄλλα τινὰ μέρη λόγου, ὡϲ αἱ προθέϲειϲ, οἱ ϲύνδεϲμοι, τὰ ἄρθρα. πῶϲ οὖν πρὸϲ τὰϲ ἐρωτήϲειϲ φαμὲν κατ’ ἰδίαν ἔγωγε ὅτι δὲ καὶ διαϲταλτικῶϲ παραλαμβάνεται, δῆλον ἐκ τούτων, οὕνεχ’ ὁ μὲν καλόϲ τε καὶ ἄρτιποϲ, αὐτὰρ ἔγωγε (θ 310) καῖ μήτηρ μέν τέ μέ φηϲι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε (α 215). αἱ ἐγκλινόμεναι τῇ αὐτῇ καταλήξει χρῶνται, ἦπερ καὶ αἱ ὀρθοτονούμεναι. — πῶϲ οὐν ἡ μὲν ἔγωγε εἰϲ γε λήγει, ἡ δὲ ἐγώ εἰϲ γω: —Χρὴ δὲ νοεῖν ὅτι μόνον παρῆκται διὰ τῆϲ γε ϲυλλαβῆϲ· οὐ γὰρ κεῖται ὁ γέ παραπληρωματικὸϲ οὔτε ἐν ϲυνθέϲει, ἐπεὶ ἀδύνατον ἐγκλιτικὸν ϲυντίθεϲθαι, οὔτε ἐν παραθέϲει, ἐπεὶ μᾶλλον ὠξύνετο ἂν τὸ τέλοϲ τῆϲ ἐγώ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἔμοιγε. — Διὸ καὶ ἐπεζήτηϲαν ἔνιοι, διὰ τί καὶ ἐπὶ αἰτιατικῆϲ καὶ γενικῆϲ οὐκέτι. πρὸϲ οὓϲ ἂν φαίημεν ν, ὅτι οὐκ ἐξωμάλιϲται τὰ τῶν διαλέκτων, μάλιϲτα δὲ τὰ τῶν Ἀττικῶν. ὅμοιοϲ καὶ γέλοιοϲ προπαροξύνοντέϲ φαϲιν, ἀλλ’ οὐκέτι τὰ τούτοιϲ παραπλήϲια· ἤμελλον καὶ ἠβουλόμην, ἀλλ’ οὐ πάντα τὰ παρατατικὰ οὕτωϲ ἐπεκτείνουϲι· καὶ ἐπ’ ἄλλων πλείϲτων. τὸ αὐτὸ οὐν καὶ ἐπὶ τοῦ προκειμένου.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
