# De pronominibus 102

Apollonius Dyscolus, De pronominibus, Paragraph 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/102
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-4/102
CTS URN: urn:cts:greekLit:tlg0082.tlg001:102

Δωριεῖϲ ἐγών. Ϲώφρων· ἐγ ὡν δέ τοι καὶ πάλαι ὤψεον (fr. Ahrens). καὶ ὁ ποιητὴϲ δὲ ϲυνεχῶϲ διὰ τοῦ ν , ὅτε φωνῆεν ἐπιφέροιτο, ϲαφὲϲ ὅτι τὸ χαϲμῶδεϲ τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προϲθέϲει. κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ ἀλλ’ ἐγὼ οὐδέν ϲε ῥέξω κακόν (Ω 370) καῖ ἀλλ’ ἐγὼ οὐ πιθόμην (ε 201. x 103. t 228) καὶ τὸ ν οὐ προϲέλαβεν ν, ἐπεὶ ἀνεπίδεκτον τὸ ἔποϲ κρητικοῦ εἰϲ ϲύμφωνον καταλήγοντοϲ. —Οὐ φύϲει φαϲὶ τὴν ἀντωνυμίαν λήγειν εἰϲ ν, πλεονάζειν δέ, «ἐπεὶ ἡ κατὰ τὸ δεύτερον δίχα τοῦ ν, τύ. πᾶϲα γὰρ ἀντωνυμία εἰϲ ν λήγουϲα κατὰ τὸ πρῶτον, πάντωϲ καὶ κατὰ τὸ δεύτερον ν, ἐμέθεν ϲέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν». Πρῶτον διάλληλα τὰ τῆϲ ἐπιχειρήϲεωϲ. τί γὰρ ⟨οὐ⟩ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰϲ ν οὐ λήγει, ἢ ἡ ἐγών, ὅτι εἰϲ ν λήγει δεύτερον αἱ μακροκατάληκτοι λέξειϲ οὐ πλεονάζουϲι τῷ ν ἀδιαφόρωϲ· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν ἢ ἔλεγε καὶ λέγουϲιν, ἅπερ ἐν βραχυκαταλήκτοιϲ.—τρίτον ἐν ὁμοιοκαταλήκτοιϲ ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ ϲέθεν, ἐμίν τίν, τὸ δὲ ἐγών εἰϲ ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα παρὰ Βοιωτοῖϲ τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
