# Περὶ ἀντωνυμίας 11

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/11

Δεκτέον δέ, ὡϲ ἡ τοιαύτη ϲυνηγορία εὐπαράκρουϲτοϲ. οὐ γάρ, εἶ τί τινι κατά τι κεκοινώνηκε, τοῦτο πάντωϲ ἐκείνῳ ταὐτόν ἐϲτιν. πρόϲωπα παριϲτᾶϲιν αἱ ἀντωνυμίαι, ἀλλὰ καὶ τὰ ῥήματα· καὶ οὐ τὸ αὐτὸ μέροϲ λόγου. γένοϲ ἐπιδέχεται τὸ ἐμόϲ, ἀλλὰ καὶ τὸ καλόϲ· ἀλλ’ οὐ τὸ αὐτό. καὶ τί λέγω ἐπὶ λέξεωϲ: ἐπὶ παντὸϲ γὰρ φυϲικοῦ τοῦτο. ζῳότητοϲ μετέχει ὁ ἄνθρωποϲ, ἀλλὰ καὶ τὰ ἄλλα ζῷα· καὶ οὐ ταὐτὸν θεὸϲ καί τε ἄνθρωποϲ· καὶ ἐπ’ ἄλλων ἀπείρων. ῦὐκ ἂν οὖν, ἐὰν ἀναφορὰν ϲημαίνῃ ἡ ἀντωνυμία, πάντωϲ ἂν εἴη ἄρθρον, ἐπεὶ καὶ τὰ ἄρθρα ἀναφορὰν ϲημαίνει. Τί δὲ μᾶλλον αἱ ἀντωνυμίαι ἄρθρα ἧπερ τὰ ἄρθρα ἀντωνυμίαι, ἄλλωϲ τε καὶ τὸ ὅτε ἀναφορικόν, καὶ οὐ πάντωϲ ἄρθρον.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
