# Περὶ ἀντωνυμίας 110

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/110

Ἵ Ταύτην οἱ μέν φαϲι παράλογον, ὅτι οὐ διὰ τοῦ υ· «ἀποβολῇ γὰρ τοῦ ϲ τὰϲ κατὰ τὸ τρίτον ἀποτελεῖϲθαι, ϲοῦ οὑ, ϲόϲ ὅc. οἱ δὲ εἰηγηάμενοι τὰϲ κατὰ τὸ τρίτον ὀρθοτονηθείϲαϲ ἀντανακλᾶϲθαι οὐδ᾿ὅλωϲ φαϲὶ τὸ ϲχῆμα ϲυϲτῆναι· «εἰ γὰρ μόνωϲ ὀρθοτονεῖται, καθότι εὐθείαϲ, δῆλον ὡϲ εἰϲ ϲύνθετον μεταληφθήϲεται, ὅπερ ἀϲύϲτατον, ϲύνθετον εὐθεῖαν ενέϲθαι.» Ἀλλὰ πρὸϲ μὲν τοὺϲ τὴν γραφὴν μεμφομένουϲ ἐκεῖνο ἂν εἴποιμεν, ὡϲ ἡ ἀφαίρεϲιϲ τοῦ ϲ κατὰ τρίτα ἔϲτιν, ⟨εἰ αἱ κατὰ τὸ δεύτερον ταῖϲ κατὰ τὸ πρῶτον ὁμοιοκαταληκτοῦϲιν,⟩ ἐμέθεν ϲέθεν ἕθεν, ἐμέ ϲέ ἕ· ἡ δὲ ϲύ τῇ ἐγώ οὐχ ὁμοιοκαταληκτεῖ· οὐκ ἄρα καὶ κατὰ τὸ τρίτον ὁμοιοκαταληκτήϲει. πιθανὸν γοῦν ἐϲτι φάναι ὅτι, εἰ τὸ δεύτερον πρὸϲ τὸ πρὸ αὑτοῦ διήλλαξε, καὶ τὸ τρίτον πρὸϲ τὸ πρὸ αὑτοῦ διαλλάξει. Πρὸϲ δὲ τοὺϲ ἀϲύϲτατον ἡγηϲαμένουϲ λεκτέον, ὅτι μάτην ὑπέλαβον τὴν τῶν τρίτων ὀρθοτόνηϲιν ἀντανακλαϲμὸν ἀπαιτεῖν, εἴγε ἐντελῶϲ ὑπὲρ τούτου προείρηται. — ἀξιοπιϲτότεοόϲ τε ὁ Ϲοφοκλῆϲ μάρτυϲ, χρηϲάμενοϲ ἐν Οἰνομάω· ἡ μὲν ὡϲ ἳ θάϲϲον᾿, ἡ δὼϲ ἳ τέκοι παῖδα (fr. 418 Dindorf). καὶ τὸ Ὁμηρικὸν ἔνιοι διὰ τοῦ ῑ γράφοντεϲ προϲπνέουϲιν, ἐναλίγκιον ὡϲ ἶ ἅπαϲα (X 410), ἐκδεχόμενοι τὸ αὐτή, ἡ Ἴλιοϲ. ἀλλ᾿ εἰ καὶ ἐνταυθοῖ τὸν εἰ ϲυναπτικὸν ϲύνδεϲμον ἡ φράϲιϲ ἐπιζητεῖ, τὸ ἰωροί παρὰ Ἀττικοῖϲ ὁμολογεῖ τὴν ἀντωνυμίαν. τὰ γὰρ φυλαϲϲόμενα περιέχει ἡ τοῦ ὠρεῖν ϲύνθεϲιϲ. τὴν πύλην φυλάϲϲει πυλωρόϲ, τὴν θύρην θυρωρόϲ. οὕτω καὶ οἱ αὐτῆϲ τῆϲ πόλεωϲ φύλακεϲ ἰωροί. καλοῦνται δὲ καὶ οἱ αὐθιγενεῖϲ παρὰ Ῥοδίοιϲ ἵγνητεϲ, τῆϲ δαϲείαϲ Ἀττικῶϲ προϲελθούϲηϲ. Τρύφων φηϲὶ τὸν ἴον ἐγκεῖϲθαι, «ἀφ᾿ οὐ θηλυκὸν τὸ ἴα, ἀφ᾿ οὐ τὸ οἶοϲ κατὰ πλεοναϲμὸν τοῦ ο. καὶ εἰ τὸ αὐτόϲ εἰϲ τὸ μόνοϲ μεταλαμβάνεται, Τυδείδηϲ αὐτόϲ περ ἐὼν προμάχοιϲιν (Θ 99), εὔλογον καὶ τὸ μόνοϲ εἰϲ τὸ αὐτόϲ». κα⟨ὶ το⟩ῦτο δέ φηϲι, καθὸ οὐδεμία ἀντωνυμία ϲυντίθεται μετ᾿ ἄλλου μέρουϲ λόγου ἢ ἡ αὐτόϲ. ἀλλ᾿ εἰ ἡ αὐτόϲ ϲυντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰϲοδυναμοῦϲαν τῇ αὐτόϲ ϲυντίθεϲθαι. Δῆλον δὲ ὡϲ ἡ μετὰ δαϲέοϲ βραχεῖα ἐκφορὰ τοῦ ῑ ἐλλείπῃ αὐτὴν κατέϲτηϲε κατὰ τὴν χρῆϲιν.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
