# Περὶ ἀντωνυμίας 111

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/111

Ἡ ὅϲ τὴν ἴϲην ϲημαϲίαν ἔχει τῇ οὑτοϲ, ὃϲ γὰρ δεύτατοϲ ἦλθεν Ἀχαιῶν (α 286) καῖ ὃϲ γάρ ῥα μάλιϲτα ἥνδανε κηρύκων (ρ 172) καὶ Πλάτων ἢ δ᾿ ὅϲ. Καὶ ὁμοίωϲ καὶ ἡ ὁ, ὁ δὲ προϲέειπεν (ξ 36) ἀντὶ τοῦ οὗτοϲ, ὁ δ’ ἐρεύγετο οἰνοβαρείων (ι 37 4). καὶ δῆλον ὡϲ ἀπ᾿ αὐτῆϲ καὶ ἡ ὅδε παρῆκται καὶ ἡ οὑτοϲ, ᾧ λόγῳ καὶ ἀπὸ τοῦ τηλίκοϲ τηλικοῦτοϲ τηλικόϲδε, ⟨καὶ ἀπὸ τοῦ τόϲοϲ⟩ τοϲόϲδε καὶ τοϲοῦτοϲ, οὐδὲν πλέον ϲημαίνοντα τῶν πρωτοτύπων. — Εἴρηται ὡϲ αἱ πλάγιαι ἀναλογώτεραι αἱ ἀπὸ τοῦ τ ἀρξάμεναι, τούτου καὶ τούτῳ, καὶ τοῦδε καὶ τῷδε, ἐπεὶ ἡ τοιαύτη παραγωγὴ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ παρείπετο. ἀλλὰ μὴν καὶ τὸ οὐδέτερον, ἀπὸ τοῦ τ ἀρχόμενον καὶ κατ᾿ εὐθεῖαν, διήλεγχε τὴν ἔλλειψιν τοῦ τ κατ᾿ εὐθεῖαν τοῦ ἀρϲενικοῦ καὶ θηλυκοῦ, εἴγε τὰ οὐδέτερα ϲυνάρχεται τοῖϲ ἀρϲενικοῖϲ καὶ θηλυκοῖϲ. καὶ ἡ κατ᾿ ἀρχὴν δαϲεῖα τὴν διὰ τοῦ τ γραφὴν μαρτυρεῖ· ἡ γὰρ ου δίφθογγοϲ κατ᾿ ἀρχὰϲ τιθεμένη ψιλοῦται, οὐδαμόϲ, οὐρανόϲ, ὥϲτε καὶ τὸ ὄλον οῦλον ψιλῶϲ λέγεϲθαι καὶ ἔτι τὸν ὅρον ο ὐρον. καὶ οὐκ ἀντέκειτο τὸ οὕνεκα, ἐπεὶ ὅϲα τὸ τ προϲλαμβάνει, ταῦτα ἀφαιρέϲει τοῦ τ δαϲύνεται, τόϲοϲ — ὅϲοϲ, τηλίκοϲ — ἡλίκοϲ· καὶ ἐπεὶ τούνεκα, οὕνεκα δαϲέωϲ. ἐν γὰρ τῷ περὶ δαϲείαϲ περὶ τοῦ ἦμοϲ καὶ ὄφρα εἴρηται. ὁμόλογοϲ οὖν καὶ κατὰ τοῦτο ἡ ἔλλειψιϲ τοῦ τ. Δωριεῖϲ λέγουϲι τοῦτοι, ὅπερ πάλιν ὁμολογεῖ τὴν ἔλλειψιν τοῦ τ.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
