# Περὶ ἀντωνυμίας 148

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/148

Εἰ αἱ ὁμοιοκατάληκτοι ἐν δευτέροιϲ προϲώποιϲ ταῖϲ κατὰ τὸ πρῶτον ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἀποτελοῦϲι, ϲυμφανὲϲ ὡϲ καὶ ἀπὸ τῆϲ ϲοῦ ἡ οὑ πρωτότυποϲ γενήϲεται, πάλιν ὁμοφωνοῦϲα τῇ ἀπὸ τῆϲ ὅϲ γενικῇ ϲυνάρθρῳ. Τὴν μὲν οὖν χρῆϲιν παῤ Ὁμήρῳ οὐκ ἐνὸν εἰρέϲθαι, παρὰ μέντοι Ἀττικοῖϲ· καὶ γὰρ Πλάτων ϲυνεχῶϲ ἐχρήϲατο, οἵ τε κωμικοὶ καὶ τραγικοί. ὁ μέντοι Ζηνόδοτοϲ καὶ τὸ ἀπὸ ἕο χειρὶ παχείῃ (Υ 261) διὰ τῆϲ ου ἔγραφεν. ὅπερ παραπεμπτέον, οὐχ ὡϲ μὴ πρωτότυπον, ἀλλ᾿ ὡϲ μὴ ϲύνηθεϲ· τῇ γὰρ εἰϲ ου καταλήξει χρῆται ὁ ποιητὴϲ ἐπὶ μόνηϲ κτητικῆϲ, τῇ δὲ ἐμεῦ καὶ ταῖϲ ϲυζύγοιϲ ἀντὶ τῶν πρωτοτύπων μόνων, πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι (γ 83)· ἐπὶ δὲ τῆϲ πρωτοτύπου ἐμεῦ δ᾿ ἕλετο μέγαν ὅρκον (δ 746).

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
