# Περὶ ἀντωνυμίας 161

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/161

Ϲοί. Ἀττικῶϲ. Ἴωνεϲ, Αἰολεῖϲ ὁμοίωϲ· ϲοὶ δ᾿ ἔγω λεύκαϲ ἐπὶ βῶμον αἶγοϲ Ϲαπφώ (fr. 7 Ahrens, Bergk2). καὶ τὸ κατὰ ἀπόλυϲιν διὰ τοῦ τ κἀπιλείψω τοι (Sapphus fr. 91 Ahrens, 8 Bergk3). καὶ ϲαφὲϲ ὡϲ μᾶλλον Δώριοϲ ἡ μετάληψιϲ, παῤ οἷϲ τὸ ϲ τῶν ἀντωνυμιῶν τ γίνεται. τῶν δὴ ἀπολύτων διὰ τοῦ τ λεγομένων μόνη ϲημειούϲθω διαϲταλτικὴ οὖϲα ἡ νῦν δέ τοι οἴῳ πάμπαν (τ 369). τὸ γὰρ οὖ τοι, τέκνον ἐμὸν, δέδοται (ε 428) δύναται ἔχειν τὸν λόγον οὕτωϲ· «οὐ δέδοταί ϲοι πολεμήϊα ἔργα, ἀλλὰ τῷ Ἄρει· ϲὺ οὖν μετέρχου τὰ ἔργα τοῦ γάμου, ἵνα πρὸϲ τὸν Ἄρην ἡ ϲύ διαϲτέλληται. —ὀρθοτονεῖται δὲ καὶ παῤ Ἀλκμᾶνι, ϲυνήθωϲ Δωριεῦϲιν· ἅδοι Διὸϲ δόμῳ ὁ χορὸϲ ἁμὸϲ καὶ τοί, Γάναξ (fr. 86 Bergk3). — Λέγεται δὲ καὶ τίν καὶ ἔτι μετ᾿ ἐπενθέϲεωϲ τοῦ ε τεῖν, ἰδίωϲ γὰρ ἡ μετάθεϲιϲ ἡ εἰϲ τὸ τ τοῦ ε δεκτική ἐϲτι, ϲοῦ τοῦ τεοῦ, ϲόϲ τεόϲ. — Τίθεται παρὰ Κορίννη καὶ ἐπ᾿ αἰτιατικῆϲ ἐν Κατάπλῳ, οὐ γὰρ τὶν ὁ φθονερὸϲ δαίμων (fr. 5 Abrens, 4 Bergk3)· ἀντὶ τοῦ ϲέ, καὶ ϲαφὲϲ ὡϲ κατ᾿ ἐναλλαγὴν πτώϲεωϲ. —Τινὲϲ μέντοι ἠξίωϲαν τείνειν τὸ ῑ, ἵνα ἐκ τῆϲ τεί παρὰ Δωριεῦϲι διὰ τοῦ ει γραφομένηϲ ᾖ ἐϲχηματιϲμένη, μεταθέϲει τοῦ εῑ εἰϲ τὸ ῑ, ὅπερ ϲύνηθεϲ, προϲειληφυῖά τε τὸ ν ὁμοίωϲ τῷ ἐκεινοϲίν, οὑτοϲίν. ἀλλὰ ἀντίκειται τὸ μόνον ἐν τρίτοιϲ τὸ ν προϲέρχεϲθαι.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
