# Περὶ ἀντωνυμίας 232

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/232

Τὴν ἡμέτεροϲ, κατὰ τὸν κτήτορα οὖϲαν πληθυντικήν, διχῶϲ λέγουϲι Δωριεῖϲ· ἁμέτεροϲ γὰρ καὶ ἀμόϲ, καὶ ὑμέτεροϲ καὶ ὑμόϲ, καὶ ϲφέτεροϲ καὶ ϲφόϲ. — Προείρηται ὡϲ καὶ παρ’ Ὁμήρῳ τὰ τοιαῦτα Δωρικά, τὰ δ’ οὐ μένοϲ ἁμὸν ἐρύξει (Θ 178) ἀμφὶ ϲφοῖϲ ὀχέεϲϲι (Ϲ 231)· καὶ τὸ πρὸϲ πέτρῃϲι βαλὼν ὑμῆϲ (ι 284) οὐ μὴν κατὰ τὸ τέλοϲ διὸ οὐδὲ τὸ ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96) οὐ ϲυνεϲτάλη κατὰ τὸ τέλοϲ, καθὸ οὐδὲν τοῖϲ τέλεϲιν ἐδώριζε. καὶ γάρ πού φηϲι οὐδέπω ἁμῆϲ γῆϲ ἐπέβην (λ 166 —67). — Τὸ ϲφεᾶϲ ἔειξε χώραϲ παρ᾿ Ἀλκμᾶνι (fr. 31 Bergk3) τῷ ε πλεονάζει. — Εἴρηται ὡϲ τὸ ἤτοι γὰρ πατέρ᾿ ἁμὸν (Z 414) ἴϲον ἐϲτὶ τῷ ἡμέτερον, ἀλλ᾿ οὐχ ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόν μετειλῆφθαι· οὐ γάρ ποτε τὸ ε εἰϲ ᾱ μακρὸν μεταλαμβάνεται, ὅτι μὴ ἐπὶ τοῦ κέν ϲυνδέϲμου, καὶ ταῦτα, εἰ δοθείη. ἄλλωϲ τε ϲύνηθέϲ ἐϲτι τὸ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν χρῆϲθαι, ἡμεῖϲ δ᾿ o νύ τι τοῖοι ἀμυνέμεναι (β 60) καὶ ἐφ᾿ ἑνὸϲ τοῦ Πατρόκλου, ἡμέτεροϲ θεράπων (Π 244)· τοιοῦτον οὗν καὶ τὸ «ἁμόν». — πρὸϲ οῖϲ καὶ τὸ ὑμόν καὶ ϲφόν ϲυζυγοῦντα ὁμολογεῖ τὸ ἐντὸϲ πληθυντικόν. καὶ ἡ ϲυνήθηϲ φράϲιϲ ἀνάπλεόϲ ἐϲτι τοῦδε τοῦ ϲχήματοϲ. καὶ οὐκ ἀπεμφαίνει ὁ λόγοϲ· ἐμπεριεκτικὸϲ γάρ ἐϲτιν ὁ πληθυντικὸϲ ἀριθμὸϲ τοῦ ἑνικοῦ.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
