# Περὶ ἀντωνυμίας 42

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/42

Ὅν τρόπον ἐπὶ τῶν ἀριθμῶν ἡ μετὰ τὸν δυικὸν αὔξηϲιϲ πληθυντικὴ καλεῖται, Αἴαϲ γὰρ καὶ Αἴαντε καὶ Αἶαντεϲ, καὶ μᾶ χομαι καὶ μαχόμεθον καὶ μαχ όμεθα , ἐγώ τε καὶ νύι καὶ ἡμεῖϲ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προϲώπων τὸ μετὰ τὸ δεύτερον τρίτον καλεῖται, κἆν ἐν πλείοϲι νοῆται προϲώποιϲ· γράφει γὰρ καὶ περιπατεῖ. παρὸν δὲ καὶ ἐπὶ τῶν ἀριθμῶν πιϲτώϲαϲθαι τὸν λόγον καὶ ἐκ τῆϲ φωνῆϲ, ὡϲ οὐκ ἄλλο τι ἐπενοήθη ϲχῆμα φωνῆϲ μετὰ τὸ δυϊκὸν ἢ μόνον τὸ πληθυντικόν· τὸ γὰρ λέγουϲιν οἱ ἄνθρωποι ἢ ἡμεῖϲ ἐπὶ παντὸϲ ἀριθμοῦ τάϲϲομεν. –ἐπὶ μέντοι τῶν ἀντωνυμιῶν κατὰ τρίτα καὶ. πλείονεϲ αἱ φωναὶ ἐϲχηματίϲθηϲαν, εἴγε ἐκεῖνοϲ, ὅδε, οὐτοϲ, αὐτόϲ, ὁδί, ὁ δεῖνα. καὶ μήποτε εὐλόγωϲ. εἰ γὰρ παρὰ τὰ ἄλλα μέρη τοῦ λόγου ἐν προϲώποιϲ ὥριϲται, ὀρθῶϲ ἄρα καὶ ἡ ἐν τοῖϲ τρίτοιϲ προϲώποιϲ διαφορὰ διήρθρωται, δείξει μὲν ὡϲ οὺτοϲ, ἀπουϲίᾳ δὲ ὡϲ αὐτόϲ, καὶ ἔτι ἐν διαϲτήματι ὡϲ ἐκεῖνοϲ· τὸ μὲν γὰρ οὺτοϲ ἐγγύτητα ϲημαίνει προϲώπου, τὸ δὲ ἐκεῖνοϲ διάϲτημα.— ἀλλὰ μὴν καὶ τῶν κτητικῶν πλείονα τρίτα ἔϲτιν ἐπιδεῖξαι. ἐν γὰρ τῷ ἐμόϲ ἐϲτι πρώτου πρὸϲ τρίτον, καὶ ἔτι ἐν τῷ ϲόϲ ἐϲτι δευτέρου πρὸϲ τρίτον· καὶ ϲαφὲϲ ὡϲ ἐν τῷ ὅc δύο τρίτα, ἐξ ὧν τὸ κτῆμα κὰν μὴ ὁρίζηται, οὐ μάχεται · ἐδείκνυτο γὰρ ὡϲ οὐκ ἀντωνυμία· καὶ ἐπὶ πληθυντικῶν ἐν τῷ ϲφέ τεροι πολλὰ τρίτα.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
