# Περὶ ἀντωνυμίας 57

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/57

ϲθαι τοῖϲ ὀνόμαϲιν . ὡϲ προείρηται, ἐπεὶ ἐν τρίτοιϲ προϲώποιϲ ἐνοεῖτο, χωρὶϲ εἰ μὴ τὰ τῆϲ ώπάρξεωϲ ῥήματα ϲυντάττοιτο· (τηνικαῦτα γὰρ ἐπὶ πρώτου καὶ δευτέρου τὰ ὀνόματα ἐτάϲϲετο. καὶ μάλα εὐλόγωϲ· οὐ γὰρ ἔτι ἡ ἀντωνυμία τὸ ἰδίᾳ τινὶ παρηκολουθηκὸϲ ἠδύνατο παραϲτῆϲαι. φαμὲν γὰρ οὖν Ἀρίϲταρ χοϲ λἐγομαι, μακρὸϲ ὑπάρχ χω). ἀναγκαίωϲ οὑν αὗται παραλαμβάνονται κατὰ πρῶτον καὶ δεύτερον, κοινὴν προϲώπων μετάβαϲιν δηλοῦϲαι. ἐπὶ γὰρ τῶν τρίτων οὐκ ἐξ ἀνάγκηϲ παραληφθήϲονται· δυνατὸν γὰρ προϲχρῆϲθαι καὶ τοῖϲ ὀνόμαϲιν, ἐγὼ καὶ ϲὺ καὶ Ἀριϲτοφάνηϲ, χωρὶϲ εἰ μὴ δείξεωϲ δέοιτο ὁ λόγοϲ, καθάπερ ἐπὶ τοῦ οὐτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ (Γ 229)· οὐ γὰρ μόνον τῷ τὴν ποιότητα παριϲτάντι ἠρκέϲθη, ἀλλὰ καὶ δεῖξιν ἐπιζητοῦντοϲ τοῦ λόγου ἐπηνέγκατο τὸ ἀντωνυμικόν. ἄλλωϲ τε ἡ γνῶϲιϲ τῶν κυρίων ὀνομάτων οὐ δῆλοϲ ἅπαϲιν ὅθεν ἐπὶ τὴν κοινῶϲ λαμβανομένην ἐπὶ παντὸϲ ἀντωνυμίαν καταδρομὴ γίνεται· οὐϲίαϲ γὰρ αὕτη μόνον παραϲτατική. διὸ καὶ ὁ Νέϲτωρ, οὐϲίαϲ μόνον ἀντιληπτικὸϲ γενόμενοϲ, οὐκέτι δὲ καὶ τῆϲ παρακολουθούϲηϲ ποιότητοϲ διὰ τὴν ἀδηλίαν τοῦ καταϲτήματοϲ, ὁρίζει μὲν τὸ ὑποκείμενον πρόϲωπον, ἀνακρίνει δὲ τὸ ποιόν v, τίϲ δ’ οὐτοϲ κατὰ νῆαϲ (k 82) ὁ δὲ τὸ ἴδίον δηλοῖ, γνώϲεαι Ἀτρείδην (k 88).

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
