# Περὶ ἀντωνυμίας 67

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/67

Τῆϲ αὐτῆϲ ζητήϲεωϲ τυγχάνει τὸ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, τοῦ δαπέδου ἢ ἐδάφουϲ κατά τιναϲ ἐγκειμένου. — Ἀλλ᾿ ἐβαρύνετο ἂν ὁμοίωϲ τοῖϲ τὸ ο φυλάξαϲιν οὐδετέροιϲ, ἄϲτεφοϲ, εὔτειχοϲ, δύϲριγοϲ, εἰ παρὰ τὸ ἔδαφοϲ· εἰ δὲ παρὰ τὸ δάπεδον, ὁμοίωϲ τῷ εὔτεκνοϲ, εὔμετροϲ, ε ὐπρόϲωποϲ. — ἀλλ᾿ εἰ καὶ τὰ τοῦ τόνου παραπεμπτέα, εἴγε καὶ τὰ παρὰ τὸ ἔργον ϲυντιθέμενα ὀξύνεται, μουϲουργόϲ, ἐλεφαντουργόϲ, ὑπουργόϲ, τὰ τοῦ γένουϲ ἀντέκειτο· κοινὰ γὰρ ἔδει εἶναι ὁμοίωϲ τοῖϲ ϲυνθέτοιϲ. — πρὸϲ οἷϲ καὶ τὰ τῆϲ γραφῆϲ ἀντέκειτο· ἐχρῆν γὰρ ἢ ἡμεδαπεδόϲ διὰ τοῦ πεδ ἢ ἡμεδαφόϲ διὰ τοῦ φ. πρὸϲ τούτοιϲ εἰϲ ἄπορον περιίϲταται τὸ ϲχῆμα τῆϲ λέξεωϲ· οὔτε γὰρ ὄνομα, ἐπεὶ πῶϲ πρώτου προϲώπου καὶ δευτέρου δεικτικόν, ὅπερ ἐν ὀνόματι οὐ παρακολουθεῖ; οὔτε ἀντωνυμία, ἐπεὶ τὰ τέλη τῶν ϲχημάτων ἐπικρατεῖ, ὄνομα δὲ τὸ τέλοϲ, ὄνομα ἄρα τὸ ἡμεδαπόϲ. ἔτι οὐδεμία ἀντωνυμία μετ᾿ ἄλλου μέρουϲ λόγου ϲυντίθεται ἢ μόνη ἡ αὐτόϲ πληθυντικὴ δὲ οὐδεμία καθόλου· πῶϲ οὖν ϲύνθετον τὸ ἡμεδαπόϲ;

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
