# Περὶ ἀντωνυμίας 7

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/7

Ἐκφεύγοντάϲ φαϲι τὸ Αἰολικὸν τοὺϲ περὶ Κομανὸν ἀντωνομαϲίαϲ καλεῖν, εἴγε τὸ μὲν ὄνυμα οὐ κοινόν, τὸ δὲ ὄνομα. Ναί, ἀλλά, φαϲι, καὶ ἄλλα κατὰ τὸ ἔθοϲ ὀθνεῖα παρειϲῆλθεν, ὡϲ τὸ Εὔξεινοϲ πόντοϲ Ἰακῶϲ τῷ ῑ πλεονάϲαν ὅ τε ἀπηλιώτηϲ διὰ ψιλοῦ ϲυναλειφθείϲ, ὅπερ ϲυνεχὲϲ παῤ Ἴωϲι· τό τε ξενοδοκεῖον καὶ πανδοκεῖον· ἄλλα μυρία. Ἀλλὰ καὶ τοῦτο εὐδιάϲειϲτον. εἰ γὰρ τὰ παρειϲδύοντα τῶν διαλέκτων οὐκ ἐν τῷ καθόλου, ἅπαξ δέ που (ἰδοὺ γὰρ κακόξενοϲ καὶ φιλόξενοϲ, ἄξενοϲ, ἓν δέ ἐϲτι τὸ εὔξεινοϲ· καὶ ἄφοδοϲ καὶ ἀφοριϲμόϲ καὶ ἀφορία, ἓν δὲ τὸ ἀπηλιώτηϲ), χρῆν ἄρα καὶ τὴν ἀντωνυμίαν ἅπαξ εἰρῆϲθαι, καὶ τὰ ὑπολειπόμενα ἔχειν κατὰ τὴν κοινὴν ἐκφοράν, λέγω δὲ διὰ τοῦ ο. νῦν δὲ οὐδαμῶϲ ἔϲτιν ἐπινοῆϲαι· πολυώνυμοϲ γὰρ καὶ διώνυμοϲ. πῶϲ δὲ οὐχὶ γελοίωϲ Αίολικὸν εἰρήϲεται τὸ ἱερώνυμοϲ καὶ ἔτι τὸ ὁμώνυμοϲ, δαϲυνόμενα;

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
