# Περὶ ἀντωνυμίας 71

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/71

Ἡ ἀντωνυμία ὁρίζει πρόϲωπα, τὸ δὲ καὶ τὰ ὁριζόμενα ἀόριϲτα καθίϲτηϲιν, ἄλλοϲ, οὐκ ἐγώ. — αἱ ἀντωνυμίαι ἀντ᾿ ὀνομάτων· Ἀρίϲταρχοϲ ἐξηγήϲατο καὶ αὐτὸϲ ἐθαυμάϲθη ἓν καὶ τὸ αὐτὸ πρόϲωπον, ἀλλ᾿ οὐκέτι ἐν τῷ Ἀρίϲταρχοϲ ἐξηγήϲατο καὶ ἄλλοϲ ἐθαυμάϲθη. — αἱ εἰϲ οϲ λήγουϲαι ἀντωνυμίαι μονοπρόϲωποι, ὀρθοτονούμεναι μόνωϲ καὶ δεικτικαὶ οὐϲαι, διὰ τοῦ ῑ ἐπεκτείνονται, χωρὶϲ τῆϲ αὐτόϲ· αὔτη γὰρ ἀναφορικὴ οὐϲα οὔτε ἐπεκτείνεται οὔτε μόνω. ὀρθοτονεῖται· ἐκεινοϲί γὰρ καὶ οὑτοϲί δεικτικῶϲ, ἀναφορικῶϲ δὲ κατ’ ἔγκλιϲιν κόψε γάρ αὐτον ἔχοντα (Μ 204). τὸ δ᾿ ἄλλοϲ οὐδενὶ τῶν λόγων ὑποπίπτει. — ἡ αὐτόϲ πάϲη ἀντωνυμίᾳ ἐπιτάϲϲεται, ἐγὼ αὐτόϲ, ἐκεῖνοϲ αὐτόϲ· οὐκέτι δὲ ἄλλοϲ αὐτόϲ. — αἱ ϲύνθετοι τῶν ἀντωνυμιῶν οὐ μεταβατικαί, ἐμαυτόν καὶ ἐμαυτῷ· τὸ δ᾿ ἐπ᾿ ἀλλήλουϲ ἐν μεταβάϲει προϲώπων. — μετὰ προθέϲεωϲ οὐ ϲυντίθενται ἀντωνυμίαι· διάλληλοϲ δέ φαμεν. — αἱ γενικαὶ πληθυντικαὶ τῶν ἀντωνυμιῶν ϲυντάϲϲονται μετὰ τοῦ οὐδείϲ χωρὶϲ ἄρθρου, τὰ δὲ ὀνόματα μετὰ ἄρθρου· οὐδεὶϲ τῶν ἄλλων παρεγένετο. Παραιτητέον τὴν λοιπὴν ἐπιχείρηϲιν ὑπὲρ τοῦ τὸν ⟨λόγον⟩ μὴ ἐπὶ πλέον προάγειν, τῶν ϲυνεκτικωτάτων κατειλημμένων.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
