# Περὶ ἀντωνυμίας 89

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/89

Λείπεται πρότερον διεϲκέφθαι, πῶϲ αἱ ἀντωνυμίαι ἢ ϲυμπεπλεγμέναι ἢ διεζευγμέναι εἰϲίν· οὐ γὰρ ψιλῇ παρατηρήϲει τὰ τοιαῦτα δεῖ διακρούεϲθαι. τὰ δὴ ϲυμπεπλεγμένα ἢ διεζευγμένα κατὰ τὴν ἐπιφορὰν πάντωϲ τὸ αὐτὸ μέροϲ λόγου ἀπαιτεῖ ἢ ἰϲοδυναμοῦν τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, τοῦ ϲυντεταγμένου μέρουϲ λόγου κατὰ τὸ ἑξῆϲ πολλάκιϲ κοινοῦ καθεϲτῶτοϲ τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἶον τὸ καὶ Ἀπολλώνιοϲ διελέξατο, ἤτοι Ἀπολλώνιοϲ διελέξατο, ἀπαιτεῖ τὸ καὶ Διονύϲιοϲ ἦ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἠν ίϲοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκιϲ προϲχρῆται. εἰ δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξιϲ ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε Διονύϲιοϲ, ἥτοι ἔγραψε Διονύϲιοϲ· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν πάλιν, ἢ διελέξατο ἦ τι τοιοῦτον, κοινῶϲ πολλάκιϲ νοουμένου τοῦ Διονύϲιοϲ. τῷ οὖν ἠμ᾿ ἀνάειρ, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κὰν πάντωϲ ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθιϲον ἦ τι τοιοῦτον· ἐν ῷ οὖν τὸ ἢ ἐγῶ ϲὲ ἐπιφέρεται, ἐν τούτω δείκνυται, ὡϲ καὶ ἡ ἀντωνυμία διέζευκται, ἡ μὲν ϲε πρὸϲ τὴν ἐμέ, ἡ δὲ ϲύ πρὸϲ τὴν ἐγώ, ἥτιϲ ἐνέλειψεν, ἐν τῷ ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρουϲ ὄντοϲ ἠὲ ϲὺ ἐμὲ ἀνάειρον. — Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡϲ τὴν πρόϲ τι πρόϲωπον διαϲτολὴν ἀναδεδεγμέναι εἰϲίν.

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
