# Περὶ ἀντωνυμίας 96

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/96

Χρὴ οὖν ἐφιϲτάνταϲ τῇ διαβάϲει τοῦ ῥήματοϲ, πότερον ἐπ᾿ ἄλλο πρόϲωπον ϲυντείνει ἢ ἐπὶ ταὐτόν ν, μεταλαμβάνειν τὰ τῶν ἀντωνυμιῶν ἀϲυνήθη εἰϲ ἁπλῆν ἀντωνυμίαν, ὡϲ τὰ μεταβατικά, ἢ εἰϲ ϲύνθετον, ὡϲ τὰ ἀμετάβατα. Τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰϲ ἐν παραθέϲει μετὰ τῆϲ αὐτόϲ ἐπιταγματικῆϲ εἰϲ ϲύνθετον μεταλαμβάνομεν, ὅτε καὶ τὰ τῶν ῥημάτων ἰϲάριθμα εἴη καὶ ὁμοιοπρόϲωπα, καθάπερ τὸ ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ (ν 313) καὶ τὸ νόϲτον ἑταίροιϲι διζήμενοϲ ἠδ’ ἐμοὶ αὐτῷ (ψ 253) καὶ ἐμέθεν περιδώϲομαι αὐτῆϲ (ψ 78). εὐλόγωϲ τοῦ τοιούτου παρακολουθοῦντοϲ εἱϲ γὰρ καὶ ὁ αὐτὸϲ ὁ διατιθεὶϲ καὶ ὁ διατιθέμενοϲ. τὰ μέντοι ἐν διαβάϲει ἑτέρου προϲώπου ὀρθῶϲ πάλιν καὶ κατὰ τοὺϲ ἀριθμοὺϲ διαλλάϲϲει καὶ κατὰ τὰ πρόϲωπα· ἀδιαφορεῖ γὰρ ἢ ἕνα δρᾶν ἢ πλείουϲ, ἢ ὑφ’ ἑνὸϲ δρᾶϲθαι ἢ ὑπὸ πλειόνων. ἢ πλείονεϲ ἐμὲ τύπτουϲιν, ἢ ὑμᾶϲ ⟨εἱϲ⟩ τύπτει. διὸ καὶ τὰ τοιαῦτα ἀϲυνέλευϲτα κατὰ τὴν παράδοϲιν ἦέ τι Μυρμιδόνεϲϲι πιφαύϲκεαι, ἢ ἐμοὶ αὐτῷ (Π 12) ϲοὶ δ’ αὐτῷ μελέτω (0 231)· ὁμηλικίη δ᾿ ἐμοὶ αὐτῷ (γ 49) ἀνάϲϲονται δ᾿ ἐμοὶ αὐτῷ (δ 177 ) ἠδ’ ἐμοὶ αὐτῇ ἕψεαι (Ω 733) ῶμνυε δὲ πρὸϲ ἔμ’ αὐτόν (τ 288), ἀποϲτροφῇ τοῦ μ, ἵν’ ἡ ϲύνθετοϲ ἀπεμφαίνοιτο. ὅμοιον τὸ οὐδ’ εἰ κεν ϲ’ αὐτὸν χρυϲῷ ἐρύϲαϲθαι ἀνώγοι (Χ 351 ) καὶ ἦ μή τιϲ ϲ’ αὐτὸν κτείνῃ δόλῳ ἠὲ βίηφι (ι 406). τὸ δὲ μεῖζον· παραλόγωϲ ἐνεκλίθη τὸ εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέϲθαι (Κ 242), εἴγε αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ ὀρθοῦ τόνου ἔχονται· καὶ τὸ ἀνάγνωϲμα οὐκ ἀπόβλητον, καθὸ τὴν ϲύνθετον ἐνέφαινεν ὀρθοτόνωϲ ἀναγνωϲθέν. καὶ ἔτι τὸ μήτ’ ἐμῶὐτᾶϲ μήτε καϲιγνήτων πόδαϲ ὠκέαϲ τρύϲηϲ (poet. lyr. adesp. 41 Bergk) διέϲταλκε δυϲὶ περιϲπωμέναιϲ· ἠδυνάτει γὰρ ϲυντεθῆναι διὰ τὸ ἐπιφερόμενον ῥῆμα. πῶϲ οὐν οὐχὶ βίαιον τὸ τὰϲ διεϲταλμέναϲ κατὰ παράθεϲιν βιάζεϲθαι εἰϲ ϲύνθετον, τοῦ λόγου οὐκ ἀπαιτοῦντοϲ;

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
