# Περὶ ἀντωνυμίας 98

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, Paragraph 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-4/98

Καὶ αἱ κτητικαὶ δὲ ὁμοίωϲ μεταληφθήϲονται εἰϲ ϲυνθέτουϲ ἢ εἰϲ ἁπλᾶϲ, προληπτικώτερον πάλιν τινῶν ὑποϲτηϲαμένων τὸ μόνον εἰϲ ϲυνθέτουϲ αὐτὰϲ μεταλαμβάνεϲθαι. Ἔχει δὲ τὰ τοῦ λόγου ὧδε. ἐπὰν μὲν ἡ διάβαϲιϲ τοῦ ῥήματοϲ ἀπὸ τῆϲ γενικῆϲ. ἥτιϲ ἐκ τῆϲ κτητικῆϲ μεταλαμβάνεται, τὴν διάβαϲιν ἐπὶ τὸ αὐτὸ πρόϲωπον ποιῆται, πάντωϲ εἰϲ ϲύνθετον μεταλαμβάνεται· ἐπὰν δὲ τὸ ῥῆμα μὴ ἀπὸ τῆϲ γενικῆϲ νοῆται, ἀπὸ δέ τινοϲ προϲώπου, τότε καὶ ἁπλῆ ἡ ἀντωνυμία. τοῦ μὲν οὐν προτέρου δεύτερον αὐ θώρηκα περὶ ϲτήθεϲϲιν ἔδυνεν οἱο καϲιγνήτοιο Λυκάονοϲ (Γ 332) τοῦ ἑαυτοῦ ἀδελφοῦ ἐνέδυ χιτῶνα· πάρ τε καϲιγνήτῳ Θραϲυμήδεϊ καὶ πατέρι ῷ (γ 39) τῷ ἑαυτοῦ. τοῦ δὲ δευτέρου οὕνεκ’ ἄρ’ οὐχ ῷ πατρὶ χαριζόμενοϲ θεράπευον (ν 265) οὐ γὰρ ἐδεράπευον αὐτοῦ τὸν πατέρα, τοῦ ῥήματοϲ ἀποϲτάντοϲ τῆϲ γενικῆϲ. ὁμοίωϲ ὅθ’ ἑὸϲ δόμοϲ (ὁ τινὸϲ ὅτε με) ἀμφεκάλυψεν (ο 118) διὸ εἰϲ ψιλὸν μετάγεται τὸ αὐτοῦ. τότε δὲ Ζεὺϲ Ἔκτορι δῶκεν ῇ κεφαλῇ φορέειν (Π 799)· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεοϲ εἵνεκα οἱο (Υ 234) πάλιν ἐπὶ τοῦ αὐτὰρ ὅγ᾿ ὅν φίλον υἱὸν ἐπεὶ κύϲε (Ζ 474) ϲύνθετοϲ· τὸν γὰρ ἑαυτοῦ ἔκυϲε παῖδα. ὅθεν τινέϲ, πάλιν ἀγνοήϲαντεϲ τὸ μεταβατικόν ν, τὸ αἴτει δ’ οἰωνὸν ἐὸν ἄγγελον (Ω 292) μεταγράφουϲιν εἰϲ τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγα θὸν ἐκδέχονται. καὶ ἐπὶ θηλυκῆϲ τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐϲ πατρίδα γαῖαν (ν 52). φαϲὶ δὲ καὶ τὸν Ἀρίϲταρχον ἀϲμένωϲ τὴν γραφὴν τοῦ Δικαιάρχου παραδέξαϲθαι· (ἐν γὰρ ἁπάϲαιϲ ἦν τὸ (Γ 244) ἐῇ ἐν πατρίδι γαίῃ) ὑπολαβόντα τὸ ἑαυτῆϲ νοεῖϲθαι’ ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶϲ μετα λαμβάνειν. δῆλον οὖν ὡϲ τὸ ἀλλ’ ἐυὲ θυμὸϲ ἀνῆκε πολυτλήμων πολεμίζειν θάρϲεϊ ῷ (H 152) ἀμφίβολον. εἰ γὰρ εἰϲ ἁπλῆν μεταληφθήϲεται. ἔϲται ὁ θυμὸϲ ἀνῆκέ με τῷ ἐκείνου θάρϲει πολεμεῖν ν, ὅπερ πάλιν ἐν διαβάϲει νοεῖται · εἰ δὲ εἰϲ ϲύνθετον, γενήϲεται τῷ ἑαυτοῦ θάρϲει ἀνῆκέ με πολεμεῖν, καὶ τὸ ῥῆμα ἐκ τῆϲ γενικῆϲ ἀπήρτηται. ὁμοίωϲ καὶ τὸ Νέϲτωρ φάϲχ’ ὁ γέρων, ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο, οἷϲιν ἐνὶ μεγάροιϲιν (δ 191). εἰ δὲ μή, εἰϲ ἁπλῆν τὴν αὐτοῦ.—οὕτωϲ εἶχε καὶ τὸ ἐν Ἰϲθμιονίκαιϲ Πινδάρου (fr. 1 Boeckh) Αἰολίδαν δὲ Ϲίϲυφον κέλοντο ῷ παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ ἀποφθιμένῳ Μελικέρτᾳ· τῷ γὰρ παιδὶ τῆϲ Ἰνοῦϲ. πάλιν γὰρ οἱ ἀξιοῦντεϲ εἰϲ ϲύνθετον μεταλαμβάνειν τὴν ἑαυτοῦ, ζητοῦϲι τίνι ἀκολουθῶν Ϲιϲύφου υἱὸν αὐτὸν ἔφη. οἱ δὲ βαρυτονοῦϲι τὸ Δωρικῶϲ, δεχόμενοι ἀντὶ τοῦ ὥϲ, ὁμοίωϲ τῷ

---

Apollonius Dyscolus, Περὶ ἀντωνυμίας, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg001.local001/.
