# Περὶ ἐπιρρημάτων 117

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/117

Ἔφαμεν ὡϲ τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν. οὐχὶ οὖν δόξει τὸ ἄνευθεν ϲεϲημειῶϲθαι; Πρὸϲ ὃ φήϲομεν , ὅτι οὐ τῆϲδε τῆϲ παραγωγῆϲ ἔχεται, τῆϲ δὲ διὰ τοῦ θε, ἥ τιϲ καὶ τὴν δίφθογγον φυλάϲϲει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ ἄνευ ἄνευθε. καὶ ϲαφέϲ ἐϲτιν ἐκ τοῦ ἁπάντοτε τὸ ϲημαινόμενον φυλάϲϲειν τὴν θε ϲυλλαβήν. ἡ γοῦν κατάληξιϲ ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει· τὸ γὰρ Λεϲβόθεν οὐκέτι Λεϲβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ ἄνευθε δέ ϲε μέγα νῶιν (X 88) ἡ θε ϲυλλαβή ἐϲτιν. Ἀλλὰ πῶϲ ποτὲ ἔχει τὸ ν; Ὡι λόγῳ καὶ τὸ ἔλεγεν καὶ τὸ ἔφερεν, οὐ λήγοντα εἰϲ ν, προϲλαμβάνοντα δὲ τὸ ν διὰ τὴν τοῦ ε κατάληξιν. ῷ λόγῳ καὶ ὁ κέ ϲύνδεϲμοϲ κέν ἔϲθ’ ὅτε λέγεται παρὰ Δωριεῦϲι.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
