# De adverbiis 19

Apollonius Dyscolus, De adverbiis, Paragraph 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text/19
CTS URN: urn:cts:greekLit:tlg0082.tlg002:19

Ὅτι δὲ ῥήματά ἐϲτι τὰ προκείμενα μόρια, ϲαφὲϲ ἐντεῦθεν. — Πᾶν ἀπαρέμφατον ὄνομά ἐϲτι πράγματοϲ, καὶ εἰ ἔϲτιν εἰπεῖν, αὐτὸ τὸ γενικώτατον ῥῆμα τὸ παρυφιϲτάνον τὸ οὐκ ἐγγινόμενον ἐν προϲώποιϲ, τουτέϲτιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺϲ δέονταϲ λόγουϲ ἄρθρου ἐϲτὶ προϲδεκτικά, ἐπεὶ ἅπαξ παρυφίϲταται ὀνοματικὴ κατηγορία τοῦ πράγματοϲ. κἀκεῖνο δέ ἐϲτιν ἀληθέϲ, ὡϲ τὰ ῥήματα θέλει ϲυντάϲϲεϲθαι τοῖϲ πτωτικοῖϲ ἢ ὡϲ πτωτικοῖϲ. καὶ δὴ τὰ προκείμενα τῶν μορίων, ῥήματα καθεϲτῶτα, ϲύνταξιν ποιεῖται τὴν εἰϲ τὰ ἀπαρέμφατα ὡϲ πτωτικά, ὅτε λέγομεν οὕτωϲ, δεῖ περιπατεῖν· ϲημαίνει γὰρ τὸ τοιοῦτον, λείπει ὁ περίπατοϲ. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπ’ αἰτιατικὴν φέρεϲθαι ὁ ϲχηματιϲμόϲ. ὅϲα γὰρ ἐπ’ εὐθείαϲ νοεῖται μετὰ ῥήματοϲ τοῦ ϲυνόντοϲ, ταῦτα τὴν ἐνέργειαν μετατίθηϲιν ἐπὶ τὴν αἰτιατικήν, τύπτει Διονύϲιοϲ Ἀπολλώνιον· ἔϲτι γὰρ ἡ διάθεϲιϲ ἀπὸ τοῦ τύπτειν ἐπ’ αἰτιατικὴν μετιοῦϲα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ ποτε ὁ ϲχηματιϲμὸϲ γένηται ἢ γενικῇ, πάλιν ἔϲτιν ἐπινοῆϲαι τὴν κατ᾿ αἰτιατικὴν ἔϲωθέν τινα δρᾶϲιν γινομένην, ὡϲ ἔχει τὸ Διονύϲιοϲ τέμνει Ἀπολλωνίῳ· τοιοῦτον γάρ τί ἐϲτι, τέμνει τι εἰϲ περιποίηϲιν Ἀπολλωνίου. — Καὶ ἡ διάθεϲιϲ οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ μετὰ τοῦ ἀπαρεμφάτου ἐν εὐθείᾳ ϲυνταϲϲομένου μέτειϲιν ἐπὶ τὴν αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιον. ὅπερ ὁ βίοϲ ὡϲ ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψιϲ τοῦ πράγματοϲ, ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκηϲιϲ τῆϲ ἐπιτάϲεωϲ.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
