# Περὶ ἐπιρρημάτων 33

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/33

Πρὸϲ δὲ τοὺϲ φαμένουϲ μηδὲ ὅλωϲ αὐτὸ ἐπίρρημα εἶναι, ϲύνδεϲμον δὲ παραπληρωματικόν, ἔϲτιν ἀποφήναϲθαι ὡϲ πρῶτον μὲν βιάζονται ϲυγκοπὰϲ ϲυνδέϲμων παραδεχόμενοι, ὅπερ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι. καθόλου γὰρ πᾶν πάθοϲ ἐξ ὁμοίου πάθουϲ κατορθοῦται. ὁ γὰρ λέγων περὶ ϲυγκοπῆϲ τῆϲ ἐν ὀνόμαϲι, ϲυγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροιϲ ὀνόμαϲι καὶ ἐν ἐπιρρήμαϲι καὶ ῥήμαϲι. παρὰ γοῦν Αἰολεῦϲι ϲυνεχέϲτερον μὲν αἱ προθέϲειϲ ϲυγκόπτονται, οἱ δὲ ϲύνδεϲμοι οὺκ εὐθετίζονται μὲν εἰϲ ϲυγκοπάϲ, εἰϲ δὲ ϲυναλοιφάϲ. — ὅ τι δέ ἐϲτι τὸ ἐμποδίζον τὸ τὴν αὐτὴν ϲημαϲίαν ἐν παραλλήλοιϲ κεῖϲθαι, ὅπου γε καὶ ἄλλα πλεῖϲτά ἐϲτιν ἐν παραλληλότητι κείμενα, ὡϲ τὸ ἔποϲ τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε (A 361), καὶ ἐν ἀντωνυμίαιϲ κὰδ δέ μιν αὐτόν (Φ 318), καὶ ἐν ϲυνδέϲμοιϲ καί τε χαλιφρονέοντα (ψ 13), ἤτοι μὲν Μενέλαοϲ (Γ 213), καὶ ἐν προθέϲει ἀμφὶ περὶ κρήνην (B 305), προπροκυλινδόμενοι (X 221) καὶ ἐν ϲυνθέτῳ πολλάκιϲ ἁπλᾶ ἐπιφέρεται τὰ αὐτὰ, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν (τ 343), κατὰ μεγαλήτορα θυμόν (ι 299). καὶ ϲαφὲϲ ὅτι τοῖϲ τοιούτοιϲ ὑποπέπτωκε τὸ ὑπόδρα ἰδών. πρὸϲ οἱϲ ὑπάρχει ἡ αὐτὴ ϲύνταξιϲ τοῦ ὑπιδών τῷ ὑπόδρα ἰδών, ὡϲ ἀμφοτέρων τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
