# Περὶ ἐπιρρημάτων 45

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/45

Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται ἐν τριϲὶ ϲυλλαβαῖϲ, ἠὒτε περ κλαγγὴ γεράνων πέλει (Γ 3), πάλιν ἀναγκαίωϲ τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖϲθαι φωνήεντοϲ· οὐ μὴν ἔτι τὸ εὖτε.» — πρὸϲ ὃ ἔϲτι φάναι, ὡϲ ἕνεκα μὲν τῆϲ τοῦ ῡ ἐπενθέϲεωϲ ἀναγκαία ἡ διϲύλλαβοϲ προφορά. τὸ γὰρ ῡ καὶ τὸ ῑ πλεονάζοντα μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. — τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε. οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ γρηῦϲ Ἀπειραίη (η 8)· ὅτι γὰρ ἐκ μονοϲυλλάβου διήρηται, προῦπτον, διδάϲκει δὲ καὶ ἡ γενική, διϲυλλαβήϲαϲα ἐν τῷ γρηὸϲ ὀδυρομένηϲ. ἡ γὰρ εἰϲ ηῡϲ εὐθεῖα διϲύλλαβοϲ γενικὴν τριϲύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυϲ τῆϲ γένυοϲ. ἀποτελεῖ δὲ διϲύλλαβον γενικὴν τὴν γρηόϲ· ὅπερ παρείπετο ταῖϲ μονοϲυλλάβοιϲ εὐθείαιϲ. — ἀπειράκιϲ δὲ ἐδείχθη, ὅτι οὐ πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
