# Περὶ ἐπιρρημάτων 72

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/72

ἔτι καὶ τὸ ο ὕτω εἰ κατὰ φύϲιν εἰϲ ω λήγει, ἕνεκα τοῦ χρόνου τοῦ παρεδρεύοντοϲ ϲεϲημειώϲεται. —ὅθεν διακριτέον, πότερον ἐν προϲθέϲει ἐϲτὶ τοῦ ϲ τὸ οὕτωϲ ἢ ἐν ὑφαιρέϲει τοῦ ϲ τὸ οὕτω. — Οὐδὲν τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὸ ϲ ποτὲ προϲλαμβάνει, ἀπειράκιϲ μέντοι τὰ εἰϲ ϲ λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ϲ ἀποβάλλει· δεύτερον ἄρα ἐϲτὶ τὸ οὕτω τοῦ οὔτωϲ. –Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐϲχηματιϲμένα ἢ ἀπὸ προθέϲεων , ὡϲ ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ δὲ εἰϲ ωϲ περατούμενα πάντωϲ ἀπὸ τριγενῶν πτωτικῶν, κούφωϲ, φίλωϲ, μέϲωϲ, ταχέωϲ, εὐϲεβῶϲ, καλῶϲ ἔϲτι δέ γε τὸ οὐτοϲ οὐ μοναδικόν, τριγενὲϲ δέ. ϲαφὲϲ οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτωϲ ἐντελέϲτερον.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
