# Περὶ ἐπιρρημάτων 90

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/90

Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα, ἐάν τε παρ’ ὀνόματα ῇ ἐϲχηματιϲμένα, ἐάν τε παρ’ ἄλλο μέροϲ λόγου, περιϲπᾶται. τῷ ὕψοϲ παράκειται τὸ ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὥρμιϲαν (δ 785) τῷ τῆλε τὸ τηλοῦ (δ μήποτε ἐδύνατο καὶ τῷ τέλοϲ παρακεῖϲθαι, ὥϲτε τὸ μὲν ἐντελὲϲ εἶναι τελοῦ, εἶτα κατ’ ἐπέκταϲιν τηλοῦ· τὰ γὰρ ἐπὶ τέλουϲ ϲυντείνοντα μεγεθύνεται)· τῷ ἄγχι τὸ ἀγχοῦ· τῇ αὐτόϲ ἀντωνυμίᾳ τὸ αὐτοῦ (ἔνθεν καὶ δοκεῖ τὰ τῆϲ παραθέϲεωϲ ἀμφίβολα γίνεϲθαι, ὅτι καὶ ἡ γενικὴ ϲυνεμπίπτει. τὸ γοῦν ὀφθαλμοὶ δὲ χαμαὶ πέϲον ἐν κονίῃϲιν αὐτοῦ πρόϲθε ποδῶν (Π 741) ἤτοι ἀντὶ τοῦ αὐτοῦ πρόϲθε ποδῶνέἔπεϲαν, ἢ τοπικὴν ϲχέϲιν ϲημαίνει· καὶ τὸ αὐτοῦ καὶ κριοῖο θοώταταί εἰϲι κέλευθοι (Arat. Phaen. 225) ἤτοι τοῦ κριοῦ καὶ τοῦ ϲκορπιοῦ θοώταται αἱ κέλευθοί είϲιν, ἢ τοπικῶϲ πάλιν τὸ ἐπίρρημα κεῖται).— Ὅθεν ἀναλογὼτερον δοκεῖ εἶναι τὸ ποῦ τοῦ ὅπου. ἔχοι δ’ ἄν καὶ τὸ ὅπου ἀναλογίαν, καθὸ τὰ ἐν περιϲπαϲμῷ λεγόμενα μονοϲύλλαβα, προϲλαμβάνοντα τὸ ο κατὰ ἀναφορικὴν ἔννοιαν, βαρύνεται. τὸ πῶϲ ὅπωϲ λέγεται καὶ τὸ πῇ ὅπῃ· καὶ τὸ ποῦ ἄρα ὅπου εἶρηται.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
