# Περὶ ἐπιρρημάτων 92

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, Paragraph 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text/92

Τὰ εἰϲ δε λήγοντα τοπικὰ ἐπιρρήματα, ἐν ἑνὶ μέρει λόγου καθεϲτῶτα, καὶ προπαροξύνεται καὶ τῷ α παρεδρεύεται, ὡϲ ἔχει τὸ οἴκαδε, ἅλαδε. ἐν τόνῳ οὑν ϲεϲημειώϲεται τὸ ἐνθάδε, ἡ τε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παράκειται ὀνόμαϲι, τὸ ἐνθάδε δὲ οὐδὲ τῇδε ἔχει. τὰ προκείμενα τῶν ἐπιρρημάτων οὐδέποτε ἀποβολῇ τοῦ δε ϲχέϲιν τοπικὴν ἀποτελεῖ· πῶϲ οὑν παρὰ τὸ ἐνθάδε τὸ ἔνθα ϲχέϲιν τοπικὴν ϲημαίνει; ἔθα κατεπλέομεν (1 142). - Πρόϲκειται δὲ ἐν ἑνὶ μέρει λόγου, ἐπεὶ καὶ ἔϲτιν ἐκ ϲυντάξεωϲ τῆϲ κατ’ αἰτιατικὴν καὶ ϲυνδέϲμου τοῦ δέ πάλιν ἡ εἰϲ τόπον ϲχέϲιϲ, ὡϲ ἔχει τὸ ῦ ὕλυμπον δέ καὶ ἀγρὸν δέ καὶ οἶκον δέ. διὸ οὐδὲ κατὰ τὸ τοιοῦτον ὅμοιόν ἐϲτι τὸ ἐνθάδε, ὅτι οὕτε ἔγκειται αἰτιατική ή, οὕτε ὁ τόνοϲ τοῦ πρωτοτύπου διαφυλάϲϲεται, καθάπερ ἐπὶ τῶν προκειμένων. τὸ γὰρ οἰκον προπεριϲπᾶται, καὶ πάλιν ἐν τῇ προϲθέϲει τοῦ δέ μένει ὁ αὐτὸϲ τόνοϲ, οἶκον δἐ, μετὰ τοῦ καὶ τὴν ὀξεῖαν ἐπὶ τέλουϲ εἶναι. ὁ αὐτὸϲ λόγοϲ ἐπὶ τοῦ Ὄλυμπον καὶ Οὔλυμπ ον δέ. — διὸ καὶ δοκεῖ τὸ ἅλαδ’ ἑλκομενάων (Ξ 100) ἀμφίβολον εἶναι, δυνάμενον καὶ τῇ παραγωγῇ κεχρῆϲθαι τοῦ οἴκαδε, δυνάμενον καὶ ἐν αἰτιατικῇ εἰναι τοῦ ἅλα καὶ προϲθέϲει τοῦ δέ, ἐφ’ οὗ καὶ δύο τόνοι ἐπιτεθήϲονται, ἅλα δέ. — ϲαφὲϲ οὑν ὅτι οὐδὲ κατὰ τοῦτον τὸν λόγον τὸ ἐνθάδε ὑποπίπτει τῷ λόγῳ, πάλιν τοῦ τόνου καταβιβαζομένου. Μή ποτ’ οὑν τῇδε ἐϲχηματίϲθη. ἔϲτι καὶ ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, ἥ τιϲ οὐχ ἕνεκα ϲχέϲεωϲ τοπικῆϲ παραλαμβάνεται, αὐτὸ δὲ μόνον κατὰ παραγωγήν, τῆϲ ϲημαϲίαϲ πάντοτε μενούϲηϲ τῆϲ αὐτῆϲ καὶ φωνῆϲ τῆϲ ὁλοκλήρου τῆϲ κατὰ τὸ πρωτότυπον, ἐφ’ ἧϲ καὶ ὁ τόνοϲ ἐφέλκεται πρὸ τοῦ τέλουϲ, ὥϲπερ ἔχει παρὰ τὸ τοῖοϲ τὸ τοιόϲδε, τόϲοϲ τοϲόϲδε, καὶ ἐν ἐπιρρήμαϲι τὸ τῆμοϲ τημόϲδε, τηνίκα τηνίκα δὲ. εἴπερ οὑν ἶδιον τῆϲδε τῆϲ παραγωγῆϲ τὸ ἐν ἀποβολῇ τοῦ δε τὴν αὐτὴν ἔχειν ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, καὶ τὴν ὀξεῖαν ἐφέλκεϲθαι πρὸ τοῦ τέλουϲ, δῆλον ὡϲ καὶ τὸ ἐνθάδε τιϲδε τῆϲ παραγωγῆϲ ἂν εἴη, ἐπειδὴ τὰ προκείμενα δύο παρεπόμενά ἐϲτιν ἐν τῷ ἐνθάδε. κατὰ τοῦτό γέ τοι μόνον ϲεϲημειώϲεται, καθὸ ἡ τοιαύτη παραγωγὴ οὐχ οἱαιϲδήποτε λέξεϲι πρόϲειϲιν , ἀλλὰ μορίοιϲ ἀνταποδοτι κοῖϲ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ, ὡϲ ἔχει τὸ τοϲόϲδε καὶ τὸ τοιόϲδε. οὐδὲ γὰρ τὰ ἄλλα ϲύζυγα, μὴ ἔχοντα τὸ τ, τῆϲ παραγωγῆϲ τυγχάνει, λέγω τὸ ἦμοϲ, ἡνίκα, εἰ μὴ γένοιτο τῆμοϲ καὶ τηνίκα. οὐ παρείπετο οὑν τῷ ἐνθάδε τὸ τοιοῦτον· κατὰ τοῦτο ἄρα ϲεϲημειώϲεται.

---

Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων, ed. Richard Schneider. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg002.local001/.
