Ancient Greek · ~7 min · Dactylic hexameter
Book 1, lines 1.1006-1.1048
Apollonius Rhodius, Argonautica 1.1006-1048
Not analysed yet
ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο
ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ
δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δʼ ὕπερθεν
χέρσῳ τεινάμενοι· τοὶ δʼ ἔμπαλιν, αἰγιαλοῖο
κράατα μὲν ψαμάθοισι, πόδας δʼ εἰς βένθος ἔρειδον,
ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.
ἥρωες δʼ, ὅτε δή σφιν ἀταρβὴς ἔπλετʼ ἄεθλος,
δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο
λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.
ἡ δʼ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης
νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι
ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρʼ ἐπέλασσαν
αὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δʼ ἄρʼ ἔβησαν
αὐτονυχί· ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη,
ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο.
οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν
ἔμμεναι· οὐδʼ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας
ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν
Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι.
τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.
σὺν δʼ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν
ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τʼ ἐνὶ θάμνοις
αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς
δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.
οὐδʼ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν
οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.
ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο
πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ
ὀστέον ἐρραίσθη· ὁ δʼ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς
μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαι
θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος.
ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης
εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν
μαρνάμενον κείνοισι· πολεῖς δʼ ἐπαρηγόνες ἄλλοι
ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα
ἠδὲ Μεγαβρόντην· Σφόδριν δʼ ἐνάριξεν Ἄκαστος·
Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον.
αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα.
Ἴδας δʼ αὖ Προμέα, Κλυτίος δʼ Ὑάκινθον ἔπεφνεν,
Τυνδαρίδαι δʼ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε.
Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα
ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας
ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.