# Argonautica 1.747-787

Apollonius Rhodius, Argonautica, Book 1, lines 1.747-1.787. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-rhodius/argonautica/1.747

ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν
Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·
οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,
ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν
ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.
ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·
τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης
μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε
δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ
εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς.
κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,
ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι
βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο.
τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.
δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη
Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,
πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι
τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,
ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν
νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει
καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος
ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες·
τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.
καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας
νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν
Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι
δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.

---

Apollonius Rhodius, Argonautica, ed. George W. Mooney. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0001.tlg001.local001/.
