Ancient Greek · ~2 min · Dactylic hexameter
Book 2, lines 2.1271-2.1285
Apollonius Rhodius, Argonautica 2.1271-1285
Not analysed yet
αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς
εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·
Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,
εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο,
εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.
ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων
ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι
δάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεν
νισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο.
ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.