# Argonautica 2.175-221

Apollonius Rhodius, Argonautica, Book 2, lines 2.175-2.221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-rhodius/argonautica/2.175

τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,
ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δʼ ἄλλῳ
ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν.
ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτλη
εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν
Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι
εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον.
ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν
συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς
οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.
καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ
ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων
θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον,
βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιο
ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς
ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς
οὐδοῦ ἐπʼ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν
πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
νειόθεν, ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος.
οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν·
κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
οἵδʼ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ
Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.
ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
ἀνδράσι, Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
αὔτως. οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺς
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·

---

Apollonius Rhodius, Argonautica, ed. George W. Mooney. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0001.tlg001.local001/.
