Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.1058-4.1099
Apollonius Rhodius, Argonautica 4.1058-1099
Not analysed yet
στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα
νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,
ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει
ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς
μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα·
ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ
ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.
τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο
Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην
κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος
ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·
Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ
ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,
τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι
παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·
οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς·
οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη,
πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ,
ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ
ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.
ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ
ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.