# Argonautica 4.1100-1145

Apollonius Rhodius, Argonautica, Book 4, lines 4.1100-4.1145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-rhodius/argonautica/4.1100

ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο.
τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.
παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.
ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.
ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο
ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα
λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν
πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου
ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες,
αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν
ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης.
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,
καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη·

---

Apollonius Rhodius, Argonautica, ed. George W. Mooney. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0001.tlg001.local001/.
