Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.1232-4.1276
Apollonius Rhodius, Argonautica 4.1232-1276
Not analysed yet
καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντο
προπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσω
νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·
ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε
ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγε
πλυμμυρίς—καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο
ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς
λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα
ἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο.
οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωντας
ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν,
οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν·
τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
ἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
πετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.
ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος
ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν·
Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξις
ἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι
τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω
τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρ
ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη
νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ
πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμη
ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι
ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
φαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν
μαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ
Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι.