Ancient Greek · Dactylic hexameter
Book 4, lines 4.1363-4.1405
Apollonius Rhodius, Argonautica 4.1363-1405
Not analysed yet
ὧς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,
ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις·
ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·
ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε
ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·
μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν
νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα
νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.
ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις
ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης
οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.
οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δʼ ἡμῖν
σημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.
ὧς ηὔδα· πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις·
Μουσάων ὅδε μῦθος· ἐγὼ δʼ ὑπακουὸς ἀείδω
Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,
ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,
ᾗ βίῃ ᾗ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους
νῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε,
ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα
ἤμαθʼ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν
τίς κʼ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;
ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν
ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ
τῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης
ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.
Λυσσαλέοις δἤπειτʼ ἴκελοι κυσὶν ἀίσσοντες
πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο
δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδʼ ἐμάτησαν
πλαζόμενοι· ἷξον δʼ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων
εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι
Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
δὴ τότε δʼ ἤδη τῆμος ὑφʼ Ἡρακλῆι δαϊχθεὶς
μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δʼ ἄκρῃ
οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν
ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος· ἐκ δὲ λιπόντων
ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
μυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο.