Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.1495-4.1536
Apollonius Rhodius, Argonautica 4.1495-1536
Not analysed yet
Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·
ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω
πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο
μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν.
ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον
νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν
μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων
δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι·
οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,
οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς
Εὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ—
Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,
ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος
λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην
κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,
σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν
θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς.
αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο
ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη.
αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας
αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες
εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.