Ancient Greek · ~4 min · Dactylic hexameter
Book 4, lines 4.1755-4.1781
Apollonius Rhodius, Argonautica 4.1755-1781
Not analysed yet
ὧς ἔφατʼ· οὐδʼ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο
Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
ἧκεν ὑποβρυχίην. τῆς δʼ ἔκτοθι νῆσος ἀέρθη
καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι Τυρσηνοῖσιν
Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας
Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας
καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δʼ οὔνομα Θήρης
ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετʼ Εὐφήμοιο.
κεῖθεν δʼ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες
Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε
ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδʼ ἱκέσθαι.
ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
ἔνθʼ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας
ἀνθέμενοι κούφοισιν ἄφαρ κατʼ ἀγῶνα πόδεσσιν
κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
Ἵλατʼ ἀριστήων μακάρων γένος· αἵδε δʼ ἀοιδαὶ
εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθʼ ἱκάνω
ὑμετέρων καμάτων· ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
αὖτις ἀπʼ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
οὔτʼ ἀνέμων ἐριῶλαι ἐνέσταθεν· ἀλλὰ ἕκηλοι
γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες
Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν
ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.