Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.177-4.217
Apollonius Rhodius, Argonautica 4.177-217
Not analysed yet
βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν
αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε
εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις
ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.
Ἠὼς μέν ῥʼ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον
ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος
ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν.
Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος
κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην
ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·
μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.
ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴν
ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν
κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης
αὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων
Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.
ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας
ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν
παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας
ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.
ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν
θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο
σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν.
ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι
Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς
σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις
Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο.
ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δέ πόντου
κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,
ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
φυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;