Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.435-4.479
Apollonius Rhodius, Argonautica 4.435-479
Not analysed yet
ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,
θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,
ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ
υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·
τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν
αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα.
σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,
ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε,
ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.
δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,
οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ
Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο
συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων
δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.
αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου·
οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης
χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν.
εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο.
καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·
αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη
ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν
Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.
τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως
θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην
ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν
ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων,
ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.