# Apotelesmata [Sp.] 129.4-131.12

Apollonius, Apotelesmata [Sp.], 129.4 to 131.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/129.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/129.4

CLIX (175). Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους ἀναξεῖν μὲν ὡς θερμότατον τῶν ἐφομένων, τὰς δὲ πηγὰς ἔχειν ψυχράς. τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνήσκειν εὐθὺς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν. CLX (176). Ὁμοίον δὲ τούτῳ καὶ τὸ περὶ τὸν Κάσων χύτρινον γίνεσθαι· καὶ γὰρ ἐκείνων ἄτμὸν μὲν ἐκβάλλειν καὶ ποιεῖν ἔμφασιν τοῦ ζεῖν, τὰ δὲ καθεῖμένα καθ’ ὑπερβολὴν ψύχειν. CLXI (177). Εἶναι δὲ παρὰ τοῖς Κάοις καὶ ἄλλο τι φαινόμενον, ὅ πάντας τοὺς ὀχετοὺς ὀδὲν διαφέρει λίθους πεποίηκεν. τοῦτο δὲ καὶ Εὐδόξος καὶ Καλλίμαχος παραλείπουσιν, ὅτι ἐκ τοῦδε τοῦ ὕδατος οἱ Κάοι λίθους λάτομησαντες ὠκοδόμησαν τὸ θέατρον· οὕτως ἰσχυρῶς ἀπολιθοῦνται πᾶν γένος. CLXII (178). Λέγειν δὲ τὸν Εὐδόξον καὶ περὶ τῶν ἐν τῇ Πυθοπόλει φρεάτων, ὅτι παραπλήσιόν τι τῷ Νείλῳ πάσχουσιν· τοῦ μὲν γὰρ θέρους ὑπὲρ τὰ χεῖλη πληροῦσθαι, τοῦ δὲ χειμῶνος οὕτως ἐκλείπειν ὥστε μηδὲ βάψαι ῥάδιον εἶναι. CLXIII (179). Καὶ περὶ τοῦ κατὰ τὴν Κρήτην ὕδατιον, οὗ οἱ ὑπεραθίζοντες, ὅταν ὕετος ᾖ, διατελοῦσιν ἄβροχοι, παραδεδοσθαι δὲ τοῖς Κρησίν, ἀπ’ ἐκείνου λούσασθαι τὴν Εὐφώπην ἀπὸ τῆς τοῦ Λιὸς μέξεως. CLXIV (180). Ἐν δὲ Λυ(γ)κή(σ)ταις Θεόπομπον φάσκειν τι εἶναι ὕδωρ ὀξύ, τοὺς δὲ ἐκ τούτου πίνοντας ὡςπερ ἐπὶ τῶν οἴνων ἀλλοιοῦσθαι, καὶ τοῦθ’ ὑπὸ πλειόνων μαρτυρεῖται. CLXVI (182). Περὶ δὲ πυρὸς Κτησίαν φησὶν ἱστορεῖν, ὅτι περὶ τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς Χιμαίρας ὄρους ἐστὶν τὸ καλούμενον ἀθάνατον πῦρ· τοῦτο δέ, ἐὰν μὲν εἰς ὕδωρ ἐμβάλῃς, καλεσθαι βέλτιον, ἐὰν δὲ φορυνὸν ἐπιβαλὼν πῆξῃ ἐξ αὐτοῦ ἐκθυμιάσθαι· ἐκεῖ δ' εἶναι παρεχομένους μὲν τὴν τῶν ἀνθράκων χρείαν, διαμένοντας δ' ἀφθάρτους, κἂν σβέσαντες πάλιν ἐπικχειρήκωσιν, τὴν αὐτὴν ἐνέργειαν συντελεῖν. CLXIX (185). Περί δὲ φυτῶν τῆς ἀκάνθου εἶδος Ἀριστοτέλην φάσκειν περὶ τὴν Ἑρύθην ἀνευρίσκεσθαι

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
