# Apotelesmata [Sp.] 152.3

Apollonius, Apotelesmata [Sp.], 152.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/152.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/152.3

XLIX. Ἄξια δ᾽ ἐστὶν ἐπιστάσεως [τὰ εἰρημένα] ἃ Θεόφραστος ἐν τῷ περὶ ἐνθυσιασμῶν ἐξεῖπεν. φησὶ γὰρ ἐκεῖνος τὴν μουσικὴν πολλὰ τῶν ἐπὶ ψυχὴν καὶ τὸ σῶμα γιγνομένων παθῶν ἰατρεύειν, καθάπερ λιποθυμίαν, φόβους καὶ τὰς ἐπὶ μακρὸν γιγνομένας τῆς διανοίας ἐκστάσεις. ἴᾶται γάρ, φησίν, ἡ καταύλησις καὶ ἰσχνάδα καὶ ἐπιλησίαν, καθάπερ πρὸς Ἀριστόξενον τὸν μουσικὸν ἐλθόντα (χρήσασθαι αὐτὸν τῷ μαντλῷ τῷ τῆς Πασιφάης ἢ Λάκωσι καὶ Λάφνῃ λέγεται) ... τὸν μουσικὸν καταστήσαι τὸν ἐξισταμένον ἐν Θήβαις ὑπὸ τῆς τῆς σάλπιγγος φωνῆν· ἐπὶ τοσοῦτον γὰρ ἐβόησεν ἀκούων ὥστε ἀσχήμονεῖν· εἰ δὲ ποτε καὶ πολεμικὸν σαλπίσειέ τις, πολὺ χειρῶν πάσχειν μαινόμενον. τοῦτον οὖν κατὰ μικρὸν τῷ αὐλῷ προσἄγων, καὶ ὡς ἂν τις εἴποι ἐκ προσάγωγης ἐποίησεν καὶ τὴν τῆς σάλπιγγος φωνὴν ὑπομένειν. θεραπεύει δὲ ἡ καταύλησις καὶ ἐὰν τι μέρος τοῦ σώματος ἐν ἀλγήματι ὑπάρχῃ· καταυλουμένου τοῦ σώματος καταύλησις γινεσθῶ ἡμέρας ἕ ὡς ἐλά-

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
