# Apotelesmata [Sp.] 157.9

Apollonius, Apotelesmata [Sp.], 157.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/157.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/157.9

οὕτως ἐπιμελῶς παραγινομένη κατὰ τὸν τέτατό τε ἐπὶ τῆς κλίνης ἔμφανές τὸ σῶμα. τῆς δὲ μητρὸς περιχυθείσης καὶ τοῦ πατρὸς [περὶ αὐτήν] καὶ θορύβου πολλοῦ καὶ θρήνου κατὰ τὴν οἰκίαν γενομένου διὰ τὸ πάθος, ὡς ἀνηκέστου γενοῦντος συμπτώματος, ἅμα τε ἀπίστου θαύματος, ταχέως ἐγένετο διὰ πόλεως τὸ πρᾶγμα περιβόητον καὶ μοι προσῃγέλη. τὴν μὲν οὖν νύκτα ἐκείνην διακατέσχον ἐγὼ τοὺς ὄχλους ἀθροιζομένους ἐπὶ τὴν οἰκίαν, εὐλαβηδὲς μὴτις εἴη νεωτερισμὸς διαδεδομένης τοιαύτης φήμης. ὀρθροῦ δὲ βαθέος πλήξεως ἦν τὸ θέατρον. ᾠηθέντων δὲ πάντων τῶν κατὰ μέρος ἐδόξεν πρῶτον ἐλθεῖν ἐπὶ τὸν τάφον ἡμᾶς καὶ ἀνοῖξαι τας εἰδήσαι, πότερον εἴη τὸ σῶμα ἐπὶ τῆς κλίνης ἢ κενὸν τόπον εὑρήσομεν· οὐδὲ γὰρ ἐξάμηνος εγεγόνει τῷ θανάτῳ τῆς ἀνθρώπου. ἀνοιχθείσης δὲ ὑφ’ ἡμῶν τῆς καμάρας, εἰς ἣν πάντες οἱ οἰκεῖοι μεταλλάξαντες ἐτίθεντο, ἐπὶ μὲν τῶν ἄλλων κλινῶν ἔφαγνὴ τὰ σώματα κείμενα, τῶν δὲ παλαιότερον τετελευτηκότων τὰ ὀστᾶ, ἐπὶ μόνης δὲ ἧς ἡ Φιλίννιον ἔτεθη καὶ συνέβη ταφῆναι εὑρομεν ἐπικείμενον τὸν δακτύλιον τὸν σιδηροῦν, ὃς ἦν τοῦ ξένου, καὶ τὸ χρυσόκλυστον ποτήριον, ἅπερ ἔλαβε παρὰ τοῦ Μαχάτου τῇ πρώτῃ τῶν ἡμερῶν. θαυμάσαντες δὲ καὶ ἐκπλαγέντες εὐθέως παρεγενόμεθα πρὸς τὸν Δημοστράτον εἰς τὸν ξενῶνα ὁμόμενοι τὴν νεκρὰν, εἰ κατ’ ἀλήθειαν ἔμφανής ἐστιν. ἰδόν–

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
