# Apotelesmata [Sp.] 159.8

Apollonius, Apotelesmata [Sp.], 159.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/159.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/159.8

ἐκέλευεν τὴν μὲν ἄνθρωπον κατακαλεῖν ἔκτὸς ὁρίων· οὐ γὰρ συμφέρειν ἐτι ταύτην ἐντὸς ὁρίων γυναῖκα Λοκριδα, καὶ συγκοιμηθεὶς τρισὶν νυξὶ τῇ τετάρτῃ τὸν βίον ἐξέλιπεν. ἡ δὲ ἄνθρωπος ἐμενεν ἐν τῇ οἰκίᾳ χηρεύουσα, ἥνικα δὲ ὁ τοκετὸς ἠπείγεν, τίκτει παιδίον αἰδοῖα ἔχον δύο, ἀνδρείων τε καὶ γυναικείων, καὶ τὴν φύσιν θαυμαστῶς διῃλλαγ- 5 μένον· τὰ μὲν ἄνω τοῦ αἰδοίου σκληρὰ τε καὶ ἀνδράδι ἦν, τὰ δὲ περὶ τοὺς μηροὺς γυναικεῖα καὶ ἀπαλωτέρα. ἐφ’ ᾧ καταπλαγέντες οἱ συγγενεῖς ἀπήνεγκαν εἰς τὴν ἀγορὰν τὸ παιδίον καὶ συναγαγόντες ἐκκλησίαν ἐβουλεύοντο περὶ αὐτοῦ, θύτας τε 10 καὶ τερατοσκόπους συγκαλέσαντες. τῶν δὲ οἱ μὲν ἀπεφήναντο διάστασιν τινὰ τῶν Αἰτωλῶν καὶ Λοκρῶν ἐσεσθαι· κεχωρίσθαι γὰρ ἀπὸ μητρὸς οὖσης Λοκρίδος καὶ πατρὸς Αἰτωλοῦ· οἱ δὲ δεῖν φοντὸ τὸ παιδίον καὶ τὴν μητέρα ἀπενεγκόντας εἰς τὴν ὑπερορίαν 15 κατακαῦσαι. ταῦτα δὲ αὐτῶν βουλομένων ἐξαίφνης φαίνεται ὁ Πολύκριτος ὁ προτεθνηκὼς ἐν τῇ ἐκκλησίᾳ πλησίον τοῦ τέκνου ἔχων ἐσθῆτα μέλαιναν. τῶν δὲ πολιτῶν καταπλαγέντων ἐπὶ τῇ φαντασίᾳ καὶ πολλῶν εἰς φυγὴν τραπομένων παρε- 20 κάλεσε τοὺς πολίτας θαρρεῖν καὶ μὴ ταράττεσθαι ἐπὶ τῷ γενομένῳ φάσματι. ἐπεὶ δὲ ἔληξε τὸ πλέον τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἐφθέγξατο λεπτῇ τῇ φωνῇ τάδε· »ἐγώ, ἄνδρες πολῖται, τῷ μὲν σῶματι τέθνηκα, τῇ δὲ εὐνοίᾳ καὶ τῇ χάριτι 25 πρὸς ὑμᾶς ζῶ. καὶ νῦν πάρειμι πρὸς ὑμᾶς τοὺς κυριεύοντας τῶν κατὰ γῆν ἐπὶ τῷ συμφέροντι τῷ ὑμετέρῳ. παρακαλῶ τοίνυν ὑμᾶς, πολίτας ὄντας ἐμοῦ, τοῦ μὴ ταράττεσθαι μηδὲ δυσ-

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
