# Apotelesmata [Sp.] 162.2-163.8

Apollonius, Apotelesmata [Sp.], 162.2 to 163.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/162.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/162.2

ὦ πολυνύμητον ναίων χθόνα λαὸς ἀπείρων, μὴ στεῖχ’ ἐς Φοῖβον τέμενος ναὸν τε Θυώδη· οὐ γὰρ σοι καθαραὶ χεῖρες αἵματος αἰδέθ’ ἔχουσιν, 25 ἀλλὰ μύσος προπάρουδε ποδῶν ἐντοσθε κελεύθου. φράζεο δ’ ἐξ ἐμέθεν, τρίποδος δ’ ἀπόειπε κέλευθον· μαντοσύνης πᾶσαν γὰρ ἐφετμὴν σοι καταλέξω. χῆροι δ᾽ οἴκοι πάντες ἐπ᾽ οὐδεὶ γυνὰ κλινούσιν, οὐδὲ γυνὴ πένθος ποτὲ λείψεται, οὐδὲ νῦ παῖδες ἐν μεγάροισ γοῦοσι φίλους πατέρας περιφύντες· τοιοῦν γὰρ τόδε κῦμα κατέδραμε πᾶσι κατ᾽ ἀκρης. μητέρα τ᾽ αἰνοτάτην, ἣν ὕστερον ἐκλυσεν αἰών. νόνημονόν τε θεοὶ γένεσιν δήσουσιν ἅπαντες Λοκρῶν τ᾽ Αἰτωλῶν Θ᾽ ὅ τι που καὶ σπέρμα λίποιο, οὔνεκ ἐμὴν κεφαλὴν λίποι αἰών, οὐδὲ νῦ πάντα ἡματι γὰρ τούτῳ περιτελλομένου ἐνιαυτοῦ σώματος ἠφάνικεν μέλε᾽ ἄχριτα, λείπε δὲ γαῖαν. ἀλλ᾽ ἄγ᾽ ἐμὴν κεφαλὴν θέμεν ἧοτ φαινομένηφι, μηδὲ θ᾽ ὑπὸ ζοφερὴν γαῖαν κατακρυπτέμεν ἐνδον· αὐτοὺς δὲ προλιπόντας ἐδὸν χώρον μετόπισθεν στείχειν εἰς ἄλλον χώρον· καὶ λαὸν Ἀθήνης, εἰ τινὰ που θανάτοιο λύσιν κατὰ μοῖραν ἔλησθε. cod. αἰθήρ ed. ἀχλύς N. | 10. χῆροι cod. | 11. οὐδὲ νῦ] οἰδένν ὥρισται πᾶσιν θάνατος, ψυχαὶ δὲ βέονται Λοκρῶν Αἰτωλῶν τ᾽ ἀναμιξ βουλήσιν Ἀθήνης. οὐδ᾽ ἀναπαύλησις κακοῦ ἔσσεται, οὐδ᾽ ἡβαιόν. νῦξ δ᾽ ἐπὶ πάντα κέκευθε, μέλας δ᾽ ἐπιδέδρομεν ἀχλύς· αὐτίκα νῦξ δ᾽ ἔρεβος πᾶσαν κατὰ γαῖαν ὤρωρεν, ἀκούσαντες δὲ οἱ Αἰτωλοὶ τοῦ χρησμοῦ γυναῖκας μὲν καὶ τὰ νήπια τέκνα τούς τε ὑπέργηρας ὑπέξεθεντο οὐ ἕκαστος ἐδύνατο, αὐτοὶ δὲ ἐμενον παραδοκοῦντες τὸ ἀπορθόμενον. καὶ συνέβη τῷ ἑξῆς ἔτει Αἰτωλοῖς καὶ Ἀχαρναῖσι συστηναι πόλεμον καὶ 5 φθορὰν πολλὴν ἐκατέρων γενέσθαι.

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
