# Apotelesmata [Sp.] 166.2

Apollonius, Apotelesmata [Sp.], 166.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/166.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/166.2

ὦ πατρίς, οἷόν σοι λυγρὸν φέρει "Ἀρ᾽ Ἀθῆνη, 15 ἡνίκα πορθήσας’ Ἀσίην πολὺν ἰχθαῖ Ἰταλίην ἐς γαῖαν ἐνστεφάνους τε πόλῃας Θρινακίης νήσου πολυηράτου, ἣν κτίσατο Ζεὺς. ἥξει γὰρ στρατιὴ πολὺ φέρτατος, ὀβριμόθυμος, τηλόθεν ἐξ Ἀσίης, ὅθεν ἡλίου ἀντολαὶ εἰσιν, 20 καὶ βασιλεὺς διαβὰς στεινὸν πόρον Ἐλλησπόντου ὀρκία πιστὰ τεμεῖ πρὸς κοίρανον Ἠπειρώτην, ἄξει δ’ εἰς Ῥώμην στρατιὴν ἀνάριθμον ἀγείρας πάντοθεν ἐκ τ’ Ἀσίης ἢδ’ Εὐρώπης ἐρατεινῆς, καὶ σε δαμᾶς, χήρους δ’ οἴκους καὶ τεῖχεα θήσει, 25 δουλοσύνην δ’ ἐπὶ πᾶσιν ἐλεύθερον ἡμᾶρ ἀπούρας τεῦξει μήνιδος οὐνεκ’ Ἀθηναίης μεγαθύμου.

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
