# Apotelesmata [Sp.] 169.1

Apollonius, Apotelesmata [Sp.], 169.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/169.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/169.1

οἱ λοιποὶ στρατιῶται, καθῆκει τελευτῆσαι ὑπὸ λύκου πυρφοῦ εὐμεγέθους καταβρωθῆναι ἐν τῇ σήμερον ἡμέρᾳ, ὑμεῖς δὲ τὰ ῥηθέντα ὑπ’ ἐμοῦ γινώσκετε συμβησόμενα ὑμῖν πάντα, τεκμηρίοις χρώμενοι τῇ νῦν ἐδομένῃ ἐπιφανείᾳ τοῦ θηρίου τε καὶ τῇ ἐμῇ ἀναιρέσει, ὅτι ἀληθῆ εἴρηκα ἐκ τινος θείας ὑποδείξεως. τοσαῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐτοὺς ἀποστῆναι καὶ μηδένα κωλύσαι τὸ θηρίον προσελθεῖν, φάσκων, ἐὰν ἀποτρέψωσιν, οὐ συνοίσειν αὐτοῖς. ποιήσαντος δὲ τοῦ πλήθους τὸ προσταχθὲν οὐχ εἰς μακρὰν παραγίνεται ὁ λύκος. ἰδὼν δὲ αὐτὸν ὁ Πόπλιος κατέβη ἀπὸ τῆς δρυὸς καὶ ἔπεσεν ὕπτιος, ὁ δὲ λύκος ἀνασχίσας αὐτὸν κατεδαίνυτο πάντων ὁρώτων. ἀναλώσας δὲ τὸ σῶμα αὐτοῦ πλὴν τῆς κεφαλῆς ἐτράπετο εἰς τὸ ὄρος. προσελθόντος δὲ τοῦ ὄχλου καὶ βουλομένου ἀνελεῖσθαι τὰ ἀπολειμμένα, κτερίσαι τε αὐτὰ νομίμως, ἡ κεφαλὴ κειμένη ἐπὶ τῆς γῆς ἀνείπε τοὺς στίχους τούτους·

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
