# Apotelesmata [Sp.] 172.5

Apollonius, Apotelesmata [Sp.], 172.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/172.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/172.5

X. Ἐγεννήθη καὶ ἐπὶ Ῥώμης ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Ἰάσονος, ὑπατευόντων ἐν Ῥώμῃ Μάρχου Πλατίου καὶ Λουκίου Κανινίου . . . Ῥαίου καὶ Μάρχου Φουλβίου Φλάκχου· δι᾿ ἧν αἰτίαν ἡ σύγκλητος ἐκέλευσεν τοὺς ἱερομνήμονας ἀναγνῶναι τοὺς Σιβύλλης χρησμούς, καὶ ἐξηγήσαντο τοὺς χρησμούς. εἰσὶν δὲ οἱ χρησμοὶ οὕδε· ὅσα τέρα καὶ ὅσα παθήματα τλήμονος αἰῆς ἴστος ἐμὸς νήσει, τάδ᾿ ἐνὶ φρεσὶν αἰκὲ νοήσῃς, Ῥώμῃ ἐγὼ πίσυνος· καὶ τοὶ ποτὲ φημὶ γυναῖκα ἀνδρόγυνον τέξεσθαι ἔχοντ᾿ περ ἄρσενα πάντα, νηπίαχαι θ᾿ ὅσα δηλύτεραι φαίνουσι γυναῖκες. οὐχ ἔτι δή κρύψω, θυσίας δέ τοι ἐξαγορεύσω προφρονέως Δήμητρι καὶ ἄγνῃ Περσεφονείῃ. ἴστω δ᾿ αὕτῃ ἄνασσα θεά, τὰ μὲν εἴχε πῖθηται, σεμνοτάτῃ Δήμητρι καὶ ἄγνῃ Περσεφονείῃ. θησαυρὸν μὲν πρῶτα νομίσματος εἰς ἐν ἀδρούσας, ὅτι θέλεις ἀπὸ παμφύλων πόλεων τε καὶ αὐτῶν, μητρὶ Κόρης Δήμητρι † κέλευ θυσίαν προτίθεσθαι. αὐτὰρ δημοσία κέλομαί σε τρις ἐννέα ταύρους φανὰς ἡυκέρους θύμεν λευκότριχας, αἳ κεν ὑμετέρα γνώμῃ κάλλει προφερέσταται ὦσιν. παίδας, ὅσας πάρος εἶπα, κέλευ᾿ ἄγλαστὶ τάδ᾿ ἐρδειν ἀθανάτην βασιλίσσαν ἐπενχομένας θύεσσιν

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
