# Apotelesmata [Sp.] 177.18-178.4

Apollonius, Apotelesmata [Sp.], 177.18 to 178.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius/apotelesmata-sp/177.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius/apotelesmata-sp/177.18

πρὸς τὸ μέγεθος τοῦ ὀδόντος. ὁ δὲ σταδμησάμενος, ἧλικον ἂν γένοιτο τὸ τε σύμπαν σῶμα καὶ τὸ πρόσ- ἐφεξῆς ἀνδριάντας παρέστησαν. ωπον αὐτοῦ τῷ τοῦ ὀδόντος ὀγκῷ, ἐργασάμενος διὰ ταχέων ἔκομισε τῷ αὐτοκράτορι. καὶκεῖνος εἰπὼν ἀρκεῖσθαι τῇ θέᾳ ταύτῃ, ἀποπέμπει τὸν ὀδόντα ἐκεῖσε ὅθεν καὶ ἑκομίσθη. XV. Οὐ χρή δὲ ἀπιστεῖν τῷ εἰρημένῳ, ἐπεὶ καὶ τῆς Αἰγύπτου Νιτρίαι εἰσὶν τόποι, ἐν αἷς δείκνυται σώματα οὐχ ἑλάττω τούτων, οὐ κεκρυμμένα γῇ, ἀλλ᾽ ἐμφανῇ ἀφειμένα, οὔτε συγχέεται οὔτε συμπε- φόρηται, ἀλλ᾽ ἐν τάξει κεῖται, ὡς γνωρίσαι προσελ- XIV. Ἐπαθὸν δὲ καὶ τῆς Σικελίας ὑπὸ τοῦ σεισμοῦ οὐχ ὀλίγαι πόλεις καὶ τὰ πλησίον Ῥηγίου. ἐσείσθη δὲ οὐχ ὀλίγα καὶ τῶν ἐν Πόντῳ ἔθνῶν. κατὰ δὴ τῆς γῆς τὰς διαστάσεις ἔφανη σώματα εὐμεγέθη, ἃ ἐκπλαγέντες οἱ ἐπιχώριοι κινῆσαι μὲν ᾐσχήσαν, δείγματος δ᾽ ἕνεκεν ἐκεμφαν εἰς τὴν Ῥώμην ὀδόντα ἑνός, οὐ ποδιαῖον μόνον, ἀλλ᾽ ὑπερ- θόντα τοῦτο μὲν μηρῶν ὀστᾶ, τοῦτο δὲ κνημῶν καὶ τῶν ἄλλων μελῶν. διὸ οὐ χρή οὐδὲ τούτοις ἀπι-στεῖν, ἐννοουμένους, ὅτι κατ’ ἀρχὰς μὲν ἡ φύσις ἀκμάζουσα ἀπαντα ἐγγὺς θεῶν ἐκουροτρόφει, μα-ραινομένου δὲ τοῦ χρόνου συμμεμάρανται καὶ τὰ μεγέθη τῶν φύσεων. XVI. Καὶ τὰ ἐν τῇ Ῥόδῳ δὲ παρεῖληφαμεν ὀστᾶ τηλικαῦτα τὸ μέγεθος, ὡς παραβαλλομένους τοὺς νῦν ἀνθρώπους πολὺ καταδεεστέρους εἶναι. XVII. Ὁ δὲ αὐτὸς φησὶν πλησίον Ἀθηνῶν νῆ-σον τινὰ εἶναι, ταύτην δὲ τοὺς Ἀθηναίους βού-λεσθαι τειχίζειν· σκάπτοντας οὖν τοὺς θεμελίους τῶν τειχῶν εὑρεῖν σορὸν ἑκατὸν πηχῶν, ἐν ᾧ εἶναι σκελετὸν ἴσον τῇ σορῷ, ἐφ’ ἧς ἐπιγεγράφθαι τάδε· τέθνημ’ ὁ Μακρόσιος ἐν νήσῳ μικρᾷ, ἔτη βιώσας πεντάκις τὰ χίλια. XVIII. Εὐμαχος δὲ φησὶν ἐν περιηγήσει Καρ-χηδονίους περιταφρευόντας τὴν ἰδίαν ἐπαρχίαν εὑ-ρεῖν ὁρύσσοντας δύο σκελετοὺς ἐν σοροῖς κειμένους, ὧν τοῦ μὲν εἰκοσιτέσσαρας εἶναι πήχεις τὴν σύν-θεσιν, τοῦ δὲ ἑτέρου εἰκοσιτρεῖς.

---

Apollonius, Apotelesmata [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000305.
