Ancient Greek
Fragment 19
Appian of Alexandria, Fragmenta historiae Romanae 19.1
Not analysed yet
περὶ Ἀράβων μαντείας. Ἀππιανός φησι τῷ τέλει τοῦ κδʹ βιβλίου. φεύγοντί μοί ποτε τοὺς Ἰουδαίους ἀνὰ τὸν πόλεμον τὸν ἐν Αἰγύπτῳ γενόμενον καὶ ἰόντι διὰ τῆς Πετραίας Ἀραβίας ἐπὶ ποταμόν, ἔνθα με σκάφος περιμένον ἔμελλε διοίσειν ἐς Πηλούσιον, Ἄραψ ἀνὴρ δ' ἡγεῖτό μοι τῆς ὁδοῦ νυκτός, οἰομένῳ πλησίον εἶναι τοῦ σκάφους κρωζούσης ἄρτι πρὸς ἕω κορώνης ἔφη συνταραχθείς· "πεπλανήμεθα". καὶ κρωζούσης αὖθις εἶπεν· "ἄγαν πεπλανήμεθα".