# Fragmenta historiae Romanae 19.2-5

Appian of Alexandria, Fragmenta historiae Romanae, 19.2 to 19.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/fragmenta-historiae-romanae/19.2

θορυβουμένῳ δέ μοι καὶ σκοποῦντι, εἴ τις ὁδοιπόρος ὀφθήσεται, καὶ οὐδένα ὁρῶντι ὡς ἐν ὄρθρῳ ἔτι πολλῷ καὶ γῇ πολεμουμένῃ, τὸ τρίτον ὁ Ἄραψ τοῦ ὀρνέου πυθόμενος εἶπεν ἡσθείς· "ἐπὶ συμφέροντι πεπλανήμεθα καὶ ἐχόμεθα τῆς ὁδοῦ." ἐγὼ δὲ ἐγέλων μέν, εἰ καὶ νῦν ἑξόμεθα τῆς πλανώσης, καὶ ἀπεγίνωσκον ἐμαυτοῦ, πάντων πολεμίων ὄντων, οὐκ ὄν μοι δυνατὸν οὐδ' ἀναστρέψαι διὰ τοὺς ὄπισθεν, οὓς δὴ καὶ φεύγων ἠρχόμην, ὑπὸ δ' ἀπορίας εἱπόμην ἐκδοὺς ἐμαυτὸν τῷ μαντεύματι. οὕτω δὲ ἔχοντί μοι παρὰ δόξαν ἕτερος ποταμὸς ἐκφαίνεται, ὁ ἀγχοτάτω μάλιστα τοῦ Πηλουσίου, καὶ τριήρης ἐς τὸ Πηλούσιον παραπλέουσα, ἧς ἐπιβὰς διεσωζόμην· τὸ σκάφος δέ, ὅ με ἐν τῷ ἑτέρῳ ποταμῷ ὑπέμεινεν, ὑπὸ Ἰουδαίων ἐλήφθη. τοσοῦτον ὠνάμην τῆς τύχης καὶ τοσοῦτον ἐθαύμασα τοῦ μαντεύματος. οὗτοι μὲν οὖν εἰσι θρησκευτικοί, μαντικοί, γεωργοί, φαρμάκων ἐπιστήμονες, οὓς εἰκὸς ἐν Αἰγύπτῳ γῆν εὑρόντας ἀγαθὴν οἷα γεωργοὺς καὶ ἔθνος ὁμοίως θεοσεβές τε καὶ μαντικὸν καὶ φαρμάκων οὐκ ἄπειρον οὐδ' ἄστρων ἐμμεῖναι χαίροντας ὡς παρ' ὁμοίοις.

---

Appianus Hist., Fragmenta historiae Romanae. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg015.local001/.
