# Μιθριδάτειος 8.56

Appian of Alexandria, Μιθριδάτειος, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-10/8.56

ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δʼ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν, δυσχεράνας ὁ Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν ἢ πολέμου δεῖται Μιθριδάτης. ὧδε δʼ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας· ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συιῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δʼ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. καὶ τάδε, ἔφη, πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρʼ ἐμοῦ τε καὶ παρʼ ἐκείνων λαμβάνοντες· ὃ γὰρ δὴ μάλιστʼ ἄν τις ὑμῶν, ὦ Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν ἡ φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον ἢ κατὰ γνώμην ἐγίγνετο.

---

Appian of Alexandria, Μιθριδάτειος, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg014.local001/.
