# ἐκ τῆς Σαυνιτικῆς Fragment VIII

Appian of Alexandria, ἐκ τῆς Σαυνιτικῆς, Fragment VIII. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/appian-of-alexandria/text-12/Fragment%20VIII

Οτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου ἐς τὸν Τάραντα κατήγετο, καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους τε παρὰ σφᾶς βίᾳ, καὶ φανερῶς ἐνυβρίζοντας ταῖς αὐτῶν γυναιξὶ καὶ παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε, γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς, καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι τῆς πόλεως ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε, καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς. Οτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου ἐς τὸν Τάραντα κατήγετο, καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους τε παρὰ σφᾶς βίᾳ, καὶ φανερῶς ἐνυβρίζοντας ταῖς αὐτῶν γυναιξὶ καὶ παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε, γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς, καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι τῆς πόλεως ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε, καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς.

---

Appian of Alexandria, ἐκ τῆς Σαυνιτικῆς, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0551.tlg004.local001/.
