Ancient Greek
Book 1, Chapter 12
Appian of Alexandria, Ἐμφυλίων Πρώτη 1.12.104
Not analysed yet
τοσοῦτον ἦν ἐν τῷδε τῷ ἀνδρὶ τόλμης καὶ τύχης· ὅν γέ φασιν ἐπειπεῖν ἐν ἀγορᾷ, τὴν ἀρχὴν ἀποτιθέμενον, ὅτι καὶ λόγον, εἴ τις αἰτοίη, τῶν γεγονότων ὑφέξει, καὶ τὰς ῥάβδους καθελόντα καὶ τοὺς πελέκεας τὴν φρουρὰν ἀπὸ τοῦ σώματος ἀπώσασθαι καὶ μόνον μετὰ τῶν φίλων ἐς πολὺ ἐν μέσῳ βαδίσαι θεωμένου τοῦ πλήθους καὶ καταπεπληγότος αὐτὸν καὶ τότε. ἀναχωροῦντα δʼ ἐπὶ τὴν οἰκίαν μόλις ποτὲ μειράκιον ἐπεμέμφετο καὶ οὐδενὸς αὐτὸ ἀπερύκοντος ἐθάρρησε καὶ λοιδορούμενον αὐτῷ μέχρι τῆς οἰκίας ἐλθεῖν. ὁ δὲ κατὰ τῶν μεγίστων ἀνδρῶν τε καὶ πόλεων ἄκρος ὀργὴν γενόμενος εὐσταθῶς τὸ μειράκιον ἤνεγκε καὶ τοσοῦτον ἐσιὼν ἐς τὴν οἰκίαν, εἴτε ἀπὸ ξυνέσεως εἴτε καὶ τύχῃ καταμαντευόμενος τῶν ἐσομένων, ἀπεκρίνατο, ὅτι κωλύσει τὸ μειράκιον τόδε ἕτερον ἄνδρα ἀρχὴν τοιάνδε ἔχοντα ἀποθέσθαι. καὶ Ῥωμαίοις μὲν οὕτω γενέσθαι συνηνέχθη μετʼ ὀλίγον, Γαΐου Καίσαρος τὴν ἀρχὴν οὐκέτι μεθέντος· ὁ δὲ Σύλλας μοι δοκεῖ, ἐς πάντα σφοδρὸς ὁμοῦ καὶ δυνατὸς γενόμενος, ἐπιθυμῆσαι τύραννος ἐξ ἰδιώτου γενέσθαι καὶ ἰδιώτης ἐκ τυράννου καὶ μετὰ τοῦτʼ ἐπʼ ἐρημίας ἀγροίκου διαγενέσθαι. διῆλθε γὰρ ἐς χωρία ἴδια ἐς Κύμην τῆς Ἰταλίας καὶ ἐνταῦθα ἐπʼ ἐρημίας θαλάσσῃ τε καὶ κυνηγεσίοις ἐχρῆτο, οὐ φυλασσόμενος ἄρα τὸν κατὰ ἄστυ ἰδιώτην βίον οὐδʼ ἀσθενὴς ὢν αὖθις ἐς ὅ τι ὁρμήσειεν· ᾧ δυνατὴ μὲν ἔτι ἡ ἡλικία καὶ τὸ σῶμα εὔρωστον, ἀμφὶ δὲ τὴν Ἰταλίαν δυώδεκα μυριάδες ἀνδρῶν ἦσαν ἔναγχος ὑπεστρατευμένων καὶ δωρεὰς μεγάλας καὶ γῆν πολλὴν παρʼ αὐτοῦ λαβόντων, ἕτοιμοι δʼ οἱ κατὰ τὸ ἄστυ μύριοι Κορνήλιοι καὶ ὁ ἄλλος αὐτοῦ στασιώτης λεώς, εὔνους αὐτῷ καὶ φοβερὸς ὢν ἔτι τοῖς ἑτέροις καὶ τὸ σφέτερον ἀδεές, ὧν τῷ Σύλλᾳ συνεπεπράχεσαν, ἐν τῷ Σύλλαν περιεῖναι τιθέμενοι· ἀλλά μοι δοκεῖ κόρον τε πολέμων καὶ κόρον ἀρχῆς καὶ κόρον ἄστεος λαβὼν ἐπὶ τέλει καὶ ἀγροικίας ἐρασθῆναι.